ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ – ΑΥΓΟΥΣΤΟΣ 21.

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΚΑ΄.

ΒΑΣΣΑ ΜΑΡΤΥΣ & ΤΕΚΝΑ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Μάρτυρες πολύαθλοι, Ἐδέσσης θεῖα βλαστήματα, ἱερώτατα σφάγια, σήμερον τιμάσθωσαν, ἐν τῇ Ἐκκλησίᾳ, μελιῤῥύτοις ὕμνοις· πύκται γὰρ ὤφθησαν δεινοί, ἐσμὸν ἀθέων καταπαλαίσαντες, καὶ χαίροντες ἐνήθλησαν, ὁμολογοῦντες πρὸ βήματος, τῶν τυράννων στεῤῥότατα, τὸν Χριστὸν οἱ μακάριοι.

Μάρτυρες ἀήττητοι, τὴν παντευχίαν τῆς χάριτος, ὡς ὁπλῖται ζωσάμενοι, πᾶσαν τὴν παράταξιν, τοῦ δεινοῦ Βελίαρ, Βάσσα στεφηφόρε, σὺν Θεογνίῳ τῷ κλεινῷ, Πιστὲ Μαρτύρων τὸ ἐγκαλλώπισμα, Ἀγάπιε πολύαθλε, ὑπεσκελίσατε ἄριστα, Ἀθληταὶ γενναιότατοι, τῆς Ἐδέσσης τὸ καύχημα.

Μάρτυρες πανάριστοι, τρωθέντες πόθῳ ἀθλήσεως, ἐξελκίνατε τέλεον, εἰδώλων τὸ ἄθεον, καὶ τὰς κακουργίας, τῶν πολυμηχάνων, ἀνεπιστρόφῳ λογισμῷ, φρούδας ῥαδίως συναπεδείξατε, διὸ καὶ συναγάλλεσθε, ἐν οὐρανοῖς καὶ οἱ τέσσερις, τὸν Χριστὸν ἱκετεύοντες, ὑπὲρ πάντων μακάριοι.

Μάρτυρες ἀοίδιμοι, Ἐδέσσης πλοῦτος ἀσύλητος, Ἐκκλησίας προπύργια, πιστῶν ἡ ἀνάπαυσις, τῶν κινδυνευόντων, ἐκ τῶν ἀδοκήτων, ἀκαταμάχητοι φρουροί, ἀνδρῶν ἐνθέων τὸ παραμύθιον, ἡ Βάσσα ἡ πανεύφημος, ὁ Ἀθλοφόρος Θεόγνιος, ὁ θεόφρων Ἀγάπιος, καὶ Πιστὸς ἐνεφάνησαν.

 

Δόξα. Ἦχος β΄.

Τοὺς εὐθαλεῖς καρποὺς τῆς κοιλίας σου, Ἀθληφόρε Βάσσα, ὡς ἱερὰ ἀναστήματα, τῷ Κυρίῳ προσήνεγκας· καὶ ἑπομένη τοῖς ἴχνεσιν αὐτῶν, ἀνηκέστοις βασάνοις ὡς ὄρνις φιλόστοργος εἰς οὐρανοὺς ἐπέτασας, συναριθμηθεῖσα τοῖς νεοσσοῖς σου· ὅθεν μετ’ αὐτῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Βάσσα ἀνδροπρεπῶς, ἀθλήσασα καθεῖλες, τοῦ πονηροῦ τὸ θράσος, ἐλέγχουσα ἐνθέως, τὰ ἄθεα διδάγματα.

 

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις τριὰς σεπτή, Μαρτύρων Ἀθλοφόρων, υἱοὶ κλεινοὶ της Βάσσης, ἡμῶν ἡ προστασία, Ἐδέσσης τὸ προπύργιον.

 

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Σώφρων ἐν τοῖς υἱοῖς, τοῖς σοῖς ἀναδειχθεῖσα, διήγειρας τὸν πόθον, αὐτῶ τοῦ μαρτυρῆσαι, ὑπὲρ Χριστοῦ πανθαύμαστε.

 

Δόξα. Τριαδικόν.

Ὄνομα τὸ σεπτόν, Τριάδος τῆς Ἁγίας, ἐκήρυξας τοῖς πᾶσι, φωνῇ εὐτονωτάτῃ, ἡ Βάσσα ἡ πανεύφημος.

 

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τὴν Σὴν ψυχήν, εἰς χεῖρας τοῦ Υἱοῦ Σου, Παρθένε παραδοῦσα, Αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων Σε.

Νῦν ἀπολύεις, Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Βάσσα βλάστημα, τῶν Ἐδεσσαίων, πλάνην ἔφυγες, πολυθεΐας, ἐναθλήσασα νομίμως πανεύφημε. Τῷ γὰρ Χριστῷ προσενήνοχας χαίρουσα, τοὺς σοὺς υἱοὺς ἱερεῖα εὐάρεστα, τὸν Θεόγνιον, Πιστὸν ὁμοῦ καὶ Ἀγάπιον, καὶ ὕστερον σαυτὴν ὡς ὁλοκάρπωμα.

 

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Τῷ θείῳ πόθῳ τρωθεῖσα τὴν καρδίαν, ἔδραμες πολύαθλε πρὸς τὰ παλαίσματα, τοὺς αἰκισμοὺς ὑπομένουσα, καὶ τὰς βασάνους, τὰς ἐκπυρώσεις μελῶν πανεύφημε, ξίφη τὰ ἀμφίκοπα, πληγὰς τοῦ σώματος, τὴν τῶν θηρῶν ἀγριότητα, πνιγμὸν θαλάσσης, τὰ πολυώδυνα μηχανήματα, καὶ καθελοῦσα τὸ γαύρισμα, τῶν ἀθέων ἀνδρῶν τῇ ἐνστάσει σου, μαρτυρίου τὸ γέρας, Ἀθληφόρε Βάσσα εἴληφας.

Μακεδονίας ὁ στάχυς ὁ πολύχους, Ἐδέσσης ὑψίπυργος, ὁ ἀκατάσειστος, νήσου Ἀλώνης ἀείῤῥοον, ῥεῦμα χαρίτων, τῆς Ἐκκλησίας τὸ ἐγκαλλώπισμα, τιμάσθω ἐν ᾄσμασιν, ἡ Βάσσα σήμερον, ἡ δεξαμένη λιθάσματα, ὡς ἄλλος ἄνθη, ἡ στεφανῖτις καὶ ἀκατάπληκτος, ἡ καταστρέψασα τὰς φάλαγγας, νοητῶν δαιμονίων τῇ χάριτι, καὶ ἀεὶ δυσωποῦσα, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Ἐν τῇ καρδίᾳ σου ἔχουσα τὸ φίλτρον, ἀγάπης πρὸς Κύριον, Βάσσα ἀήττητε, τοὺς τρεῖς υἱοὺς σου ἐθάῤῥυνας, καθυπομεῖναι, ἀνδρειοφρόνως τὰ κολαστήρια· διὸ καὶ ἀπέπτυσαν, ἀφρόνων ῥήματα, καὶ παῤῥησίᾳ οἱ ἔνδοξοι, τροπαιοφόροι, Πιστὸς Θεόγνιος καὶ Ἀγάπιος, ἐν τῇ Ἐδέσσῃ διεκήρυξαν, τοῦ Χριστοῦ τὰ πανάγια δόγματα, καὶ φαιδρῶς συναπῆλθον μετὰ σοῦ εἰς τὰ οὐράνια.

Κατατρωθεὶς θείῳ ἔρωτι Κυρίου, νομίμως ἐνήθλησας, κατὰ τὸ λόγιον, περονηθεὶς γὰρ ὡς πρόβατον, ἐν τῇ Ἐδέσσῃ, τῶν ἀνοσίων ἀνδρῶν ἐξέκοψας, γνώμην τὴν ἀντίθεον, λαμπρῶς Θεόγνιε, καὶ φοινιχθεὶς ἐν τοῖς αἵμασι, Χριστῷ παρέστης, μετὰ Μαρτύρων συναριθμούμενος, καθικετεύων ταῖς πρεσβείαις σου, τοῦ δοθῆναι ἡμῖν τοῖς ἱκέταις σου, τῶν πταισμάτων τὴν λύσιν, καὶ ψυχῶν τὴν ἀπολύτρωσιν.

Στερεωθεὶς ὑποθήκαις τῆς μητρός σου, ὡς ἔνσαρκος Ἄγγελος, Μάρτυς Ἀγάπιε, τῆς Σῆς ἀγάπης ἀδύνατον, Χριστὲ Σωτήρ μου, ἀποκοπῆναι στεῤῥῶς ἐκραύγαζες, ῥύμη τῶν ῥημάτων σου, τῶν θείων πάντιμε, καὶ ἐκδορὰν ὑφιστάμενος, μελῶν καὶ κάρας, ῥοαῖς αἱμάτων τὴν γῆν ἡγίασας· διὸ βραβεῖα ἱερόνικε, εἰληφῶς ταῖς λιταῖς σου τὸν Κύριον, ὑπὲρ πάντων δυσώπει, τοῦ τυχεῖν τῆς θείας χάριτος.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Καθοπλισθεὶς τοῦ Χριστοῦ τῇ θείᾳ πίστει, ὡς πύκτης ἀτρόμητος, ξοάνων δόγματα, Πιστὲ θεόφρων κατέῤῥαξας, γενναιοφρόνως, καταφρονήσας δημίων δέλεαρ, ῥεόντων ἀπόλαυσιν, δόξαν εὐμάραντον, τὰς ἀπειλὰς μηχανήματα, μελῶν συντρίψεις, τὰς ἀλγηδόνας τὰ κολαστήρια, τῆς ἡλικίας τὰ θελκτήρια, τῆς μητρὸς χωρισμὸν τὸν ἐπώδυνον, τῆς νεότητος ὥραν, καὶ τῆς κάρας τὴν ἀπότμησιν.

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε πάντες Μακεδονίας τὸ βάστημα, καὶ Ἐδέσσης τὸν γόνον, Βάσσαν τὴν θεόστεπτον, ἐν ᾠδαῖς καταστέψωμεν λέγοντες· χαίροις ἡ χαριτόβρυτος ῥίζα, ἡ βλαστήσασα τὸ τρίκλωνον δένδρον, Θεόγνιον, Πιστόν καὶ Ἀγάπιον· χαίροις ἡ γενναία τοῦ Χριστοῦ Μάρτυς, ἡ καθελοῦσα τοῦ ἐχθροῦ τὴν ἔπαρσιν· χαίροις ἡ δεδεγμένη τὴν αἴγλην τῆς πίστεως, καὶ δι’ αὐτῆς τὸ σκότος τῆς ἀθεΐας σκεδάσασα· χαίροις ἡ ἀμφιεσθεῖσα στολὴν ἐξ αἱμάτων σου, ἐξυφανθεῖσαν καὶ ὡραϊσμένη τῇ καλλοποιΐᾳ τῶν ἄθλων, ὡς Ἀθλητὴς περίδοξος. Καὶ νῦν μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι, τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ. Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· χαίροις, ἡ ἐλπὶς καὶ προστασία ἡμῶν. Σὲ γὰρ Χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 – 14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 – 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 – στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.

  Αγίου Ιγνατίου Θεοφόρου 20 Δεκεμβρίου

Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Τίς οὐ μυστικως κατατέρπεται, τίς οὐκ εὐφραίνεται τῷ πνεύματι, καὶ τίς οὐκ ἀγαλλιᾶται τῇ καρδίᾳ, ἐπὶ τῇ θείᾳ μνήμῃ, τῆς Ἁγίας Μεγαλομάρτυρος Βάσσης καὶ τῶν τέκνων αὐτῆς; Αὕτη γὰρ ὑπελθοῦσα τὸν ζυγὸν τοῦ Κυρίου τὸν ἐλαφρότατον, πεπαῤῥησιασμένῳ παραστήματι καὶ εὐσταθεῖ τῷ ἤθει ἠφάνισε, τῶν γλυπτῶν τὴν πλάνην καὶ τοῦ ἐχθροῦ τὰ πανουργεύματα. Καὶ νῦν τὰ νικητικὰ βραβεῖα κατέχουσα, μετὰ τῶν Μαρτύρων συγχορεύει καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Ἦχος β΄.

Τίνα οὖν τῶν τεσσάρων ἐπαινέσωμεν πρῶτον Ἀθλητῶν; Ἆρα τὸν πρῶτον ἤ τὸν ἔσχατον; Τὴν ῥίζαν ἤ τοὺς πολυκάρπους κλάδους; Τὴν μητέρα ἤ τὰ τέκνα αὐτῆς; Ἀδελφὰ γὰρ τὰ παλαίσματα καὶ συγγενῆ τὰ κατορθώματα. Πάντες γὰρ τὸν Σταυρὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἁράμενοι, καὶ ὂντες ὁμογνώμονες, διαφόροις αἰκισμοῖς ἀνδρικώτατα προσομιλήσαντες, τὴν πολύθεον πλάνην κατήργησαν. Διὸ καὶ ἡμεῖς πρὸς αὐτοὺς εἴπωμεν· μὴ παύσητε ταῖς εὐχαῖς ὑμῶν Ἅγιοι, τοὺς πιστοὺς περισκέ-ποντες, ὡς προστάται ἡμῶν ἑτοιμότατοι.

 

Ἦχος γ΄.

Οὐχ οὔτω μήτηρ εἰς γάμον, παῖδας κοσμοῦσα εὐφραίνεται, ὡς ἐκείνη κολαζομένους βλέπουσα ἔχαιρε· σπαθισμοὺς γὰρ τῶν μελῶν, τοῦ σώματος ἐκδοράν, καὶ τὴν ἀπότμησιν τῆς κάρας, τῶν τριῶν αὐτῆς βλαστῶν, στεφάνους ἐνόμιζε ἤ δεινὰ κολαστήρια. Διὸ καὶ ἐνίσχυσεν αὐτῶν τὴν διάνοιαν, μείνατε λέγουσα, τὰ ἐμὰ σπλάγχνα, ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ· Ὅν ἡ πολύαθλος Βάσσα, ὁμοῦ μετὰ τῶν τέκνων, αὐτῆς διηνεκῶς καθικετεύει, ὑπὲρ τῶν ψυχῶν ἡμών.

 

Ἦχος δ΄.

Οὐ σφριγῶσι κατὰ τὴν σάρκα οἱ γενναῖοι Ἀθληταί, ἀλλὰ κρατύνονται ἰσχυρῶς κατὰ τὴν πίστιν· ἀσθενὴς γὰρ αὐτῶν ἡ τοῦ σώματος δύναμις, ἀλλὰ δυνατὴ ἡ χάρις ἡ ἀλείψασα αὐτούς. Ἡ ἰσχὺς γὰρ τοῦ Θεοῦ, κατὰ τὸ τοῦ Κυρίου λόγιον, ἐν ἀσθενείᾳ τελειοῦται. Ὅθεν μειράκια κομιδῇ καὶ γυνὴ θηλείαν ἔχουσα φύσιν, τὸν ἀλάστορα ἐχθρὸν κατηδάφισαν, καταβαλόντες ἀνδρικῶς τὰ τούτου ὄργανα· καὶ νῦν μετὰ τῶν Μαρτύρων συνδιαιτῶνται, πρεσβεύοντες ἀπαύστως ὑπὲρ ἡμῶν

 

Δόξα. Ἦχος πλ. α΄.

Τοῦ μαρτυρίου τὴν ὁδὸν μετὰ χαρᾶς διοδεύσαντες, εἰς τὸ πλάτος ἀνήχθητε τῆς Βασιλείας τοῦ Θεοῦ. Ὁ μὲν γὰρ ὀργάνοις αἰκιζόμενος, ὁ δὲ ἐκδορᾷ τῶν μελῶν κακουχούμενος, ὁ τρίτος τῷ ξίφει τελειούμενος καὶ ἐσχάτη πάντων ἡ τεκοῦσα ὑμᾶς Βάσσα, ποικίλαις βασάνοις μαρτυρήσασα, τὸ τῆς δικαιοσύνης στέφανον ᾕρατε. Ἀλλ’ ὡς ἔχοντες παῤῥησίαν Ἅγιοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

ᾌσατε λαοί τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν Αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ Αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Σωφρονεστάτη ἐφάνης, Βάσσα τοῖς τρόποις σου, τοῦ σοῦ ἀνδρὸς φυγοῦσα, ἀνενδότως τὴν πλάνην, καὶ σχοῦσα ὡς πολύτιμον θησαυρόν, τὸν Χριστὸν ἐν καρδίᾳ σου, τῶν ὠμοτάτων τυράννων τὰς ἀπειλάς, ἐξεφαύλισας ἀοίδιμε.

 

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Μάρτυς τετράκις ἐδείχθης, Βάσσα πανένδοξε, τῶν σῶν υἱῶν ἰδοῦσα, τὸ μαρτύριον πρῶτον, καὶ ὕστερον φρονήματι ἀκλινεῖ, προστεθεῖσα τοῖς τέκνοις σου· διὸ μὴ παύσῃ σὺν τούτοις ὑπὲρ ἡμῶν, τὸν Χριστὸν καθικετεύουσα.

 

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Τὴν φυλακὴν ἐλογίσω, ἡδὺν Παράδεισον, τοὺς λίθους Βάσσα ἄνθη, τὰ θηρία ὡς φίλους, τὸν λέβητα τοῦ ὕδατος δροσισμόν, τὰς κακώσεις ἀπόλαυσιν, καὶ τὴν τομὴν τῆς σῆς κάρας διὰ Χριστόν, καταθύμιον ἀκρότατον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὡς γενναῖοι Ἀθληταί, συνανεδήσασθε τὸν στέφανον τῆς νίκης, τὸ τῶν βασάνων πέλαγος διελθόντες. Ὡς γὰρ τοῦ Πνεύματος πύκται, τὰς πολυπλόκους βασάνους, τοῦ αὐχένος τὴν ἐκκοπήν, τοὺς αἰκισμοὺς καὶ τὰς ξέσεις, μεγαλόφρονι γνώμῃ κατεπαλαίσατε, καταλιπόντες ὑπογραμμόν, πάσῃ τῇ Ἐκκλησίᾳ. Διὸ Βάσσα πανεύφημε, Ἀγάπιε, Πιστέ, καὶ Θεόγνιε, ὑμῶν τοὺς ἀγῶνας τιμῶμεν, δι’ ὧν ἐπόπται τῆς ἄνω γεγόνατε Βασιλείας, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς ὑμῶν πρεσβείαις καὶ δεήσεσιν.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιϊπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν· αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι· αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἐδέσσης τὸν γόνον, Μακεδόνων τὸ καύχημα, καὶ τῆς Προποντίδος ἁπάσης, ἰατρεῖον ἀδάπανον, τιμήσωμεν τὴν Βάσσαν οἱ πιστοί, ὁμοῦ μετὰ τῶν τέκνων τῶν αὐτῆς, τὸν Ἀγάπιον Θεόγνιον καὶ Πιστόν, ἐν πόθῳ ἀναμέλποντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

 

Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Βάσσα βλάστημα, τῶν Ἐδεσσαίων, πλάνην ἔφυγες, πολυθεΐας, ἐναθλήσασα νομίμως πανεύφημε. Τῷ γὰρ Χριστῷ προσενήνοχας χαίρουσα, τοὺς σοὺς υἱοὺς ἱερεῖα εὐάρεστα, τὸν Θεόγνιον, Πιστὸν ὁμοῦ καὶ Ἀγάπιον, καὶ ὕστερον σαυτὴν ὡς ὁλοκάρπωμα.

 

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Τῆς φύσεως τῆς σῆς, κατεφρόνησας Μάρτυς, ἡνίκα ὡς γυνή, ὑπεσκέλισας Βάσσα, ἀνόμων τὰ ἔνεδρα, λογισμῷ καρτερόφρονι· ὅθεν σήμερον, οἱ φιλομάρτυρες πάντες, ἑορτάζοντες, τὴν αἰγληφόρον σου μνήμην, τιμῶμεν τὰ πάθη σου.

 

Δόξα.

Ἀγάπιε Πιστέ, καὶ Θεόγνιε ἅμα, οἱ τόκοι τῆς σεμνῆς, καὶ θεόφρονος Βάσσης, ὑμῶν τὰ μνημόσυνα, ἐκτελοῦμεν ἐν ᾄσμασι· ὅθεν Ἅγιοι, σὺν τῇ τεκούσῃ πρεσβείαις, δυσωπήσατε, τὸν τῶν μερόπων Δεσπότην, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς μήτηρ φιλόχριστος τοὺς ἁπαλούς σου βλαστούς, προσήγαγες χαίρουσα τῷ σῷ Δεσπότῃ Χριστῷ, θυσίαν εὐάρεστον· ἔχουσα γὰρ τῇ φύσει, συμμαχοῦσαν τὴν χάριν, Βάσσα φιλοστοργίας, ὑπερέβης τὸ φίλτρον, διὸ ἡμῖν παράσχου, τὴν χάριν σου πάνσεμνε.

 

Δόξα.

Τὰ στίγματα φέροντες τῶν παθημάτων Χριστοῦ, περίλαμπρον τρόπαιον, κατὰ δαιμόνων πικρῶν, ἐστήσατε Ἅγιοι· χάριτι γὰρ τῇ θείᾳ, τὰ παλαίσματα πάντα, χαίροντες ὑπελθόντες, τοῖς χοροῖς τῶν Μαρτύρων, νομίμως καὶ ἐνδόξως σεμνοὶ ἠριθμήθητε.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Τὴν Σὴν ἑορτάζομεν, Κοίμησιν Ἄχραντε, ἐν ᾗ παραγέγονεν ὁ διὰ Σοῦ σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, μετὰ δόξης ἀφάτου, προσλαβεῖν τὸ Σὸν πνεῦμα, καὶ μετέστης ἐν δόξῃ, μὴ λιποῦσα τὸν κόσμον, πρεσβείαις Σου Θεοτόκε, σκέπουσα τοὺς ὑμνοῦντάς Σε.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Μεμηνότες τῷ ἔρωτι τοῦ Θεοῦ, πρὸ τοῦ βήματος ἔστητε τοῦ κριτοῦ, ἀνδρείῳ φρονήματι, Ἀθληταὶ οὐρανόφρονες, καὶ τῶν εἰδώλων πλάνην, ἐκ ῥίζης ἐκόψατε, τοὺς εἰδωλομανέντας ἐνστάσει ἐλέγχοντες· ὅθεν καὶ τυχόντες, οὐρανίων βραβείων, Ἀγγέλων συμμέτοχοι, καὶ Ἁγίων συνόμιλοι, θεοφόροι γεγόνατε, μεθ’ ὧν τῷ Ἀθλοθέτῃ Χριστῷ, ἱκεσίαις πάντοτε πρεσβεύσατε, ὑπὲρ τῶν πίστει τιμώντων, ὑμῶν τὴν πανήγυριν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς Σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ Πανάμωμε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν Σου Κοίμησιν.

  Εορτάζοντες την 3ην του μηνός Νοεμβρίου

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῇ 23η Ἀπριλίου, ἐν τῇ ἑορτῇ τοῦ ἁγ. Γεωργίου).

 

Ὁ Ν΄ (50) Ψαλμός.

Δόξα. Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…

Ἐπὶ τῇ μνήμῃ σήμερον, τῆς Μεγαλομάρτυρος Βάσσης, ἡ Ἔδεσσα τέρπεται, ἡ Ἐκκλησία ἀγάλλεται, καὶ οἱ βροτοὶ εὐθυμοῦσι. Μαρτύρων γὰρ θάνατος, πιστῶν ἐστὶν ἡ παράκλησις, Ἐκκλησιῶν παῤῥησία, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διδασκαλία τῆς πίστεως, καρτερίας ἀφορμή, ὑπομονῆς πρόφασις, καῖ πάντων τῶν ἀγαθῶν ῥίζα, πηγή, καὶ μήτηρ. Διὸ καὶ ἡμεῖς ταῦτα ἐννοήσαντες, πρὸς αὐτὴν πάντες λέγομεν· Ἁγία τοῦ Θεοῦ Ἀθληφόρε, μὴ παύσῃ καθικετεύουσα Χριστόν, τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως καὶ ἐνοχῆς τῶν πταισμάτων.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Οἱ Κανόνες· τῆς ἑορτῆς ὁ α΄ καί τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τὴν ἐξ Ἐδέσσης Βάσσαν ὑμνεῖ Ἰωὴλ θύτης.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῶν ἐγκωμίων τὴν ᾠδὴν ἀπάρχομαι, ἐν ταπεινώσει πολλῇ, καὶ καθικετεύω, τὸν Χριστὸν ὁ δείλαιος, λιταῖς τῆς Βάσσης Δέσποτα, τῆς σεμνῆς Ἀθληφόρου, τὸ φῶς τὸ θεῖον παράσχου μοι, ταύτης ἀνυμνῆσαι τὴν ἄθλησιν.

Ἡ δεδεγμένη ἐκ παιδὸς τὴν ἔλλαμψιν, τῶν διδαχῶν τοῦ Χριστοῦ, τὰς ἐρεσχελίας, καὶ γλυπτῶν ληρήματα, τοῦ σοῦ συμβίου ἤλεγξας, θείοις ῥήμασι Βάσσα, οὐ φοβηθεῖσα ἐπίταγμα, Μαξιμιανοῦ τοῦ παράφρονος.

Νενευρωμένη τῷ Ἁγίῳ Πνεύματι, καὶ προαιρέσει στεῤῥᾶ, πάσας τὰς θωπείας, Βάσσα τοῦ συμβίου σου, ἀπέῤῥιψας ἀοίδμε, ἑλομένη τὸ πάθος, ὑπὲρ Χριστοῦ καὶ ἐχώρησας, πρὸ τοῦ μαρτυρίου τα σκάμματα.

 

Θεοτοκίον.

Εὐλογημένος ὁ καρπὸς Πανάμωμε, τῆς Σῆς Ἁγίας γαστρός, ὁ τῶν Ἀσωμάτων, Γαβριὴλ ἐφέγξατο, ἐν Ναζαρὲτ ἀνύμφευτε, ἀποσταλεὶς ἐκ τῶν ἄνω, ὅπως μηνύσῃ τῆς χάριτος, τὰ ὑπερφυᾶ Εὐαγγέλια.

Κανὼν ἕτερος τῶν Ἁγίων τριῶν τέκνων τῆς ἁγ. Βάσσης, οὗ ἡ ἀκροστιχίς: Ἀγάπιον, Θεόγνιον, Πιστόν, τιμῶμεν. Ἰωήλ.

 

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Ἀγάπιον Μάρτυρα τοῦ Χριστοῦ, σὺν τοῖς αὐταδέλφοις, Θεογνίῳ τε καὶ Πιστῷ, ὑμνήσωμεν πάντες ἐκ συμφώνου, ὡς καθελόντας ἀθέων φρυάγματα.

Γηπόνος πανάριστος τοῦ Χριστοῦ, ἡ Βάσσα δειχθεῖσα τὸ γεώργιον τῆς ψυχῆς, ὑμῶν ἠροτρίασεν ἐνθέως, καὶ τὸ οὐράνιον σπόρον ἐνέβαλε.

Ἀθλήσαντες μείρακες τοῦ Χριστοῦ, ἀπάτην δαιμόνων τὴν ψυχόλεθρον ἀνδρικῶς, τῇ πίστει καὶ γνώμῃ ἀδιστάκτως, κατηδαφίσατε Ἅγιοι Μάρτυρες.

 

Θεοτοκίον.

Πυρούμενος πόθῳ τῶν ἡδονῶν, πρὸς Σὲ καταφεύγω, ὁ ἀνάξιος καὶ πτωχός, ταχὺ λυτρωθῆναι ταῖς λιταῖς Σου, Ὑπεραγία Πανύμνητε Δέσποινα.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ γ΄. Τῆς Ἁγίας. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ξένη φανεῖσα ἀληθῶς, τῶν ἐν τῶ κόσμῳ ἡδέων, καθυπέμεινας πληγὰς ἀνηκέστους, αἱ τὸ στέφος Ἀθλητῶν, ἐπιθυμοῦσα ἔνδοξε, θείᾳ δυνάμει Βάσσα, τὸν σὸν Δεσπότην ἐκήρυξας.

Ἐν παῤῥησίᾳ ἀκλινεῖ, τὰς ἀπειλὰς τῶν τυράννων, παρατρέψασα ἀήττητε Μάρτυς, σεαυτὴν Χριστιανήν, πρὸ τῶν δεινῶν κολάσεων, καὶ τοῦ πικροῦ θανάτου, ἀνδροπρεπῶς ὡμολόγησας.

Δόξαν ποθοῦσα τοῦ Χριστοῦ, ἐπιβουλὰς τῶν δαιμόνων, ὡς νηπίων ἐλογίσω τὰ βέλη, εὐθαρσῶς τῶν ἡδονῶν, τὰ ὑποψιθυρίσματα, μὴ δεξαμένη Μάρτυς, Βάσσα Ἐδέσσης ἀγλάϊσμα.

 

Θεοτοκίον.

Ἐκ Σοῦ προῆλθεν ὁ Χριστός, ξενοπρεπῶς Θεοτόκε, μὴ συλήσας παρθενίας Σου πλοῦτον, καὶ το σχῆμα ἐνδυθείς, τῆς ἀνθρωπίνης φύσεως, μετὰ πολλῆς ἰσχύος, τὸν ἑωσφόρον κατήργησε.

 

Τῶν Ἁγίων. Οὐρανίας ἁψίδος.

Ἴσην ἔχοντες γνώμην διὰ Χριστὸν ἔνδοξοι, ἴσην τὴν ἀνδρείαν ἐν ἄθλοις, οἱ τρεῖς ἐδείξατε· διὸ ἐτύχετε, τῶν ὁμοτίμων βραβείων, τοῦ Χριστοῦ ἰσότιμοι Ἅγιοι Μάρτυρες.

Ὁλοθύμως ζητοῦντες τῶν ἔφετῶν ἄριστον, πάντα τῶν ἐχθρῶν τῶν ἀθέων τὰ μηχανήματα, ὡς πολυέραστα, καὶ πολυποίκιλα ἄνθη, ἅπαντα ἡγήσαντο οἱ ἀξιάγαστοι.

Νευρωθέντες δυνάμει τοῦ Ἰησοῦ πάντιμοι, πάσας τῶν τυράννων θωπείας ὥς τι θανάσιμον, συναποῤῥίψαντες, αὐτίκα λόγοις ἐνθέοις, ἄριστα ἠθλήσατε, Μεγαλομάρτυρες.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Θεοτοκίον.

Θεοτόκε Μαρία Διαθηκῶν πλήρωμα, λόγων Προφητῶν τῶν Ἁγίων τὸ ἐπισφράγισμα, τὸ καθαρώτατον, Θεοῦ καὶ Λόγου ταμεῖον, γῆ θεογεώργητος, γέγονας Πάναγνε.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν ἀγώνων σου Βάσσα τὰ κατορθώματα, τῶν δαιμόνων τὰ στίφη βαρέως ἔφερον, τῶν Ἀγγέλων δὲ χοροὶ ὑπερεθαύμασαν, καὶ ἀνθρώπων ἡ πληθύς, κατεπλάγη ἀληθῶς, τῆς φύσεως γὰρ ἐκβᾶσα, ἐνίκησας τῶν τυράννων, τὰ πολυώδυνα τεχνάσματα.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Τῶν Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί Σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς ὑμνοῦμέν Σε, ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ Σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν Σὴν, Παρθένε, Μετάστασιν.

 

ᾨδὴ δ΄. Τῆς Ἁγίας. Σύ μου ἰσχὺς Κύριε.

Στεῤῥῷ πτερῷ τῆς διανοίας πετάσασα, εἰς τὰ ἄνω τοῦ Χριστοῦ σκηνώματα, τοῦ βικαρίου προτροπάς, Βάσσα Ἀθληφόρε, τῶν δολερῶν ὑποσχέσεων, ἀπέκρουσας γενναίως, τὸ θανεῖν ἑλομένη, ἀντὶ πάντων ἡδέων πανεύφημε.

Σὺ γυναικῶν ἀναδειχθεῖσα ὑπόδειγμα, τὰ σὰ τέκνα, γάλακτι ἐξέθρεψας, διδασκαλίας τῆς ἀληθοῦς, ὡς ἀλείπτης Βάσσα, τῶν ἀρετῶν ἀξιάγαστε, διὸ καὶ συναθλῆσαι μετ’ αὐτῶν ἠξιώθης, θαρσαλέῳ φρονήματι πάνσεμνε.

Ἡ φωτὶ καταυγασθεῖσα τῆς χάριτος, τῶν εἰδώλων τὰ γλυπτὰ ἠδάφισας, καὶ τῶν ἀθέων τὰς διδαχάς, ἐλευθέρᾳ γλώσσῃ, ἀνδροπρεπῶς ἐδειγμάτισας, τοὺς τρεῖς κλεινοὺς υἱούς σου, πρὸς ἐγρήγορσιν θείαν, διεγείρουσα Βάσσα ἀοίδιμε.

 

Θεοτοκίον.

Σκηνὴ Θεοῦ ἡ ἀχειρότευκτος γέγονας, εἰς Ἥν ἅπαξ, πρῶτος εἰσελήλυθεν, ὁ πρὸ αἰώνων Δημιουργός, ἐν ἐσχάτοις χρόνοις, ἱερουργῆσαι Πανάχραντε, ἡμῶν τὴν σωτηρίαν, τῶν ἐν λάκκῳ κειμένων, τῶν πολλῶν ἁμαρτάδων καὶ θλίψεων.

 

Τῶν Ἁγίων. Εἰσακήκοα Κύριε.

Ἐξιστᾶσα ἡ μήτηρ σου, ἐν τῷ τόπῳ Μάρτυς τῆς σῆς ἀθλήσεως, σὲ ἐθάῤῥυνε Θεόγνιε, τέκνον ἀνακράζουσα ὑπόμεινον.

Ὁλοψύχως Θεόγνιε, τῆς σαρκίνης δορᾶν ἀφαίρεσιν, ὑποστὰς τὸν πολυμήχανον, τύραννον βελίαρ ἐταπείνωσας.

Γεγηθὼς προσεχώρησας, Ἀθλοφόρε Μάρτυς Χριστοῦ Θεόγνιε, ἐν σταδίῳ τῆς ἀθλήσεως, πλήξας τῶν ἀθέων τὴν παράταξιν.

 

Θεοτοκίον.

Ναὸς θεῖος γεγένησαι, ὑπὲρ λόγον Μῆτερ διαφυλάξασα, τῆς θεότητος τὸ πλήρωμα, τὸ ζωαρχικώτατον Πανάχραντε.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ ε΄. Τῆς Ἁγίας. Ἵνα τί με ἀπώσω.

Βάσσα χάριτι θείᾳ, τὸν ὑπερμεγέθη τοῦ ὕδατος λέβητα, καὶ τὰ τούτου ξίφη, τὰ ἀμφίκοπα, Μάρτυς ἀήττητε, ὡς νηπίων βέλη, ἀνδρειοφρόνως λόγισθεῖσα, βικαρίου τὸ φρύαγμα ᾔσχυνας.

Ἀνελθοῦσα ὦ Βάσσα, ἡ φλὸξ τῆς καμίνου εἰς ὕψος τρισμέγιστον, καὶ μεταβληθεῖσα θαυμαστῶς σε Μάρτυς ἀνέψυξε, ὡς ἐν Βαβυλῶνι, τοὺς θεοφόρους νεανίας, ὁ Χριστὸς ἀβλαβεῖς διετήρησε.

Σεαυτὴν παντευχίᾳ, τῇ τοῦ Παρακλήτου καλῶς καθοπλίσασα, οὐκ ἐτρώθης λίθοις, ἀκατάπληκτος Μάρτυς προσμείνασα, καὶ εὐτόνως Βάσσα, τὰ νικητήρια ἐφώνεις, τῆς Ἁγίας Τριάδος μελίσματα.

 

Θεοτοκίον.

Συντριβέντος τοῦ σκεύους, τῆς βροτείας φύσεως, φθόνῳ τοῦ δρά-κοντος, κεραμεὺς ὁ θεῖος, ἀπὸ Σοῦ ἐδανείσθη τὸ φύραμα, ἵνα ἀναπλάσῃ, τῆς ἀνθρωπότητος τὸ εἶδος, ὡς τεχνίτης Παρθένε πανάριστος.

 

Τῶν Ἁγίων. Ὁ αὐτός.

Ἰσχυκὼς ἐν βασάνοις, ἱερολογίαις μητρός σου Ἀγάπιε, χαλεπὰς στρεβλώσεις, ὡς θωπείας ἡγήσω μακάριε, ὅθεν καὶ ἀπέστης, πρὸς κληρουχίας οὐρανίας, συμπολίτης Ἀγγέλων γενόμενος.

Ὁλικῶς ἀποῤῥίψας, τὴν λαοπλανῆ καὶ μωρὰν ματαιότητα, μιαρῶν εἰδώλων, οὐδὲν οὕτως ἡδὺν ἀνεκραύγαζες, ὡς τὸ πάσχειν Μάρτυς, ὑπὲρ Χριστοῦ τοῦ Ζωοδότου, ἐξ’ οὗ ἔσχες τὸ στέφος Ἀγάπιε.

Νεανίας ὡς σώφρων, ἐπακολουθήσας παμμάκαρ τοῖς ἴχνεσιν, τοῦ σοῦ αὐταδέλφου, τῆς σῆς κάρας δορὰν καθυπέμεινας, οὐδαμῶς ὑπείξας, ταῖς ψευδολόγοις κολακείαις Ἀθλοφόρε Κυρίου Ἀγάπιε.

 

Θεοτοκίον.

Πτερνιστὴν τὸν ἀρχαῖον, τῷ Σῷ θείῳ Τόκῳ Ἁγνὴ καταργήσασα, τοῖς ἀνθρώποις ὤφθης, προστασία Παρθένε καὶ σώτειρα, διόπερ μὴ παύσῃ ὑπὲρ ἡμῶν τῶν ἀναξίων, τὸν Δεσπότην Χριστὸν ἱκετεύουσα.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ στ΄. Τῆς Ἁγίας. Ἱλάσθητί μοι Σωτήρ.

Ἀτρέμα αἰσχρῶν θεῶν, γλυπτὰ καὶ ἄφωνα ξόανα, ὡς πύκτης περιφανής, λεπτύνασα ἔνδοξε, σοφῶς ἐλοιδόρησας, τοῦ Οὐϊκεντίνου, δόξαν Βάσσα τὴν ψυχόλεθρον.

Νικήσασα θαυμαστῶς, τὰ τῶν θηρίων ὁρμήματα, τῇ χάριτι τοῦ Χριστοῦ ὡράθης ἀλώβητος, τυράννου ἐκκόψασα, Ἀθληφόρε Βάσσα, τὸν θυμὸν τὸν ἀλογώτατον.

Ὑπήνεγκας λογισμῷ, ἀνεπιστρόφῳ καὶ σώφρονι, ἀθέων τὰς ἀπειλάς, ὡς παιδῶν ἀθύρματα, τὸν νοῦν σου στηρίξασα, ἐν τοῖς οὐρανίοις, Μάρτυς Βάσσα παναοίδιμε.

 

Θεοτοκίον.

Μαρία τοῦ Σοῦ Υἱοῦ, τὸ ἱερόθεον τέμενος, προοίμιον τῆς χαρᾶς, ἀρᾶς τὸ συμπέρασμα, ὁ πλοῦτος τῆς χάριτος, καὶ βροτῶν ἁπάντων, ἀγαλλίαμα γεγένησαι.

 

Τῶν Ἁγίων. Ὁ αὐτός.

Ἰσχύϊ τῇ τοῦ Χριστοῦ, Πιστὲ ἀθέων διδάγματα, τυράννων τῶν μανικῶν, ἡρνήσω μακάριε, ἀπόστητε ἄνομοι, ἀπ’ ἐμοῦ κραυγάζων, ὁλοθύμως θεοδόξαστε.

Σκοτίας τῆς νοητῆς, τὸ φῶς Χριστοῦ προαιρούμενος, ἀκέρατος τοῖς φρεσίν, ἐφάνης ἐν σώματι, νεάζοντι Ἅγιε, καθελὼν τὸ θράσος, Πιστὲ πάντων τῶν τυπτόντων σε.

Τὰ κέντρα καὶ κεφαλήν, Πιστὲ δαιμόνων συνέτριψας, μελῶν σου τὴν συντριβήν, ὡς Μάρτυς πολύαθλος, ἐν σταδίῳ χαίρων, ὑποστὰς ἀκαταγώνιστε.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Θεοτοκίον.

Ὁ Λόγος ὁ τοῦ Πατρός, ἐκ Σοῦ Ἁγνὴ προελύληθεν, ἀσπόρως σω-ματωθείς, Παρθένε ἐν μήτρᾳ Σου, φυλάξας τὰ σήμαντρα, τῆς Σῆς παρθενίας, μετὰ Τόκον ἀδιάφθορα.

  Το Συναξάρι της ημέρας (16-07)

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Λελαμπρυσμένη τοῖς στίγμασι πάνσεμνε, τῆς ἀληθείας ἐδείχθης ὑπέρμαχος, καὶ ὑποθήκαις σου θείαις ἐστήριξας, τῶν σῶν υἱῶν φιλομάρτυρα θέλησιν· διό σε ὦ Βάσσα γεραίρομεν.

 

Ὁ Οἶκος.

Ἀπὸ ψυχῆς σε καταστέφομεν πάντες, πλέκοντες τῶν ἐγκωμίων τὸ στέφος, Ἀθληφόρε Βάσσα, Ἐδέσσης τὸ βλάστημα. Ὡς γὰρ εὐκέλαδος ὄρνις, τοὺς τρεῖς υἱούς σου, Ἀγάπιον, Θεόγνιον καὶ Πιστόν, ἐν τοῖς κολαστηρίοις ἐθάῤῥύνας, σαυτὴν δὲ προσενήνοχας τῷ Δεσπότῃ τῶν ὅλων, ὡς ὁλοκάρπωμα θεῖον, ἔξω τῆς θηλείας φύσεως γεγονυῖα· ὅθεν ὑποστᾶσα ἀνηκέστους πληγάς, καὶ βασάνους, οἷον τὴν φλόγα τῆς καμίνου, τὸ ζέον ὕδωρ τοῦ λέβητος, τοῦ λιθασμοῦ τὴν πικρίαν, τῶν θηρῶν τὴν ὠμότητα, τὴν ῥίψιν ἐν τῇ θαλάσσῃ, καὶ τὴν τμῆσιν τῆς κάρας παρέδωκας τῷ πνεῦμᾳ σου τῷ Κυρίῳ καὶ μετὰ τῶν καρπῶν τῆς κοιλίας σου, νῦν ἐν οὐρανοῖς συναγάλλῃ καὶ μετὰ τῶν Μαρτύρων συνευφραίνῃ· διό σε ὦ Βάσσα γεραίρομεν.

 

Συναξάριον.

Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Βάσσης καὶ τῶν τέκνων αὐτῆς Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ.

Στίχοι.

Ταῖς πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Τῆς Ἁγίας. Θεοῦ συγκατάβασιν.

Ναὸς θείου Πνεύματος, ἡ μυροθήκη Βάσσα τῆς χάριτος, τῆς Ἐδέσσης ὁ κόσμος, καὶ Προποντίδος τὸ ἐγκαλλώπισμα, ὡς ἀληθῶς ἐπεφάνης κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐν θρόνῳ καθίσασα, ὑπὸ τριῶν Ἀγγέλων ἀλώβητος, ἐν τῇ νήσῳ Ἀλώνῃ, θείᾳ δυνάμει Βάσσα κατήντησας, καὶ τοῖς ἀνθρώποις κραυγάζειν προέτρεπες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἰδεῖν τὰ μαρτύρια, τῶν εὐαγῶν σου υἱῶν ἠξίωσαι, Βάσσα Μάρτυς τετράκις, κατατρωθεῖσα ἐν τῇ καρδίᾳ σου· τρὶς γὰρ ἐπλήγης ὁρῶσα τὰ τέκνα σου, καὶ σὺν αὐτοῖς σεαυτὴν Μάρτυς παρέσχε Χριστῷ.

 

Θεοτοκίον.

Ἴασαι βουλόμενος, τὰς ἀσθενείας βροτῶν ὁ Κύριος, ἑαυτῷ τὴν νηδύν Σου, ὡς κατοικίαν Μῆτερ ἡτοίμασε, καὶ ὁραθεὶς ἐν ὑμῖν σωματούμενος, ἀμπλακημάτων ἡμῶν, ᾕρε τὸ βάρος Ἁγνή.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Τῶν Ἁγίων. Παῖδες Ἑβραίων.

Νῦν συμπολίτης τῶν Ἁγίων καὶ συμμέτοχος τῆς δόξης τοῦ Κυρίου, γεγονὼς Ἀθλητά, Θεόγνιε κραυγάζεις· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τέκνον ὑπόμεινον ὀλίγον, ἡ τεκοῦσά σε ἐφώνει σοι θεόφρον, ἵνα λάβῃς τιμήν, Θεόγνιε μεγάλην, καὶ κληρονόμος γένησαι, ἀγαθῶν τῶν ἀκηράτων.

Ἴσχυσας Μάρτυς ἐδαφῖσαι, τὸν ἀρχέκακον ἐχθρὸν τῇ Σῇ ἀθλήσει· διαβὰς γὰρ καλῶς, τὸ πέλαγος βασάνων, ἀνδροπρεπῶς ἠρίστευσας, Ἀθλητὰ τροπαιοφόρε.

 

Θεοτοκίον.

Μήτραν οἰκήσας Σου ἡσύχως, ὁ Φιλάνθρωπος Δεσπότης Θεοτόκε, φενακίζει σοφῶς, τὸν ἄρχοντα τοῦ σκότους, ἵνα συντρίψῃ ὕστερον, κοσμοκράτορας τοῦ ᾅδου.

 

ᾨδὴ η΄. Τῆς Ἁγίας. Ἑπταπλασίως κάμινον.

Ὣσπερ πτηνὸν ὑπόπτερον, ὑπ’ Ἀγγέλων μετάγεσαι, ἐν τῇ Προποντίδι θαυμαστῶς ἐκφεύγουσα, θυμὸν ἀλογώτατον, τοῦ βικαρίου πάντιμε, καὶ τὰ ὑπὲρ νοῦν, τοῦ σοῦ Δεσπότου κηρύττεις, τεράστια βοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἡλιακῶς φαιδρότερον, λαμπηδόνων ἐκλάμψασα, ἐν τῇ καρτερίᾳ τῶν Ἀγγέλων τὸν δίκαιον, ἐκίνησας ἔπαινον, ἐν οὐρανῷ ἰσάγγελε, καὶ τοὺς ἐν τῇ γῇ, χαροποιήσας Βάσσα, διήγειρας τοῦ ψάλλειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Λαοδικίου ἔνδοξε, ῥωμαλέως ὑπέμεινας, ἐν Ἀλώνῃ Βάσσα, ὡς γυνὴ καρτερόψυχος, βουνεύρων τὰ στίγματα, καὶ ἀπειλῶν τὰ ῥήματα, καὶ πρὸς οὐρανόν, τοὺς ὀφθαλμούς σου ὑψοῦσα, ἀνέπεμπες τὸν ὕμνον· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Θεογεννῆτορ Πάναγνε, φωτοφόρον παλάτιον, ἀρχιτεκτονίᾳ Παρακλήτου γεγένησαι· Θεὸς γὰρ ἐγγάστριος, ὁ Βασιλεὺς καὶ Κύριος, πάντων τῶν βροτῶν, ἐν τῇ κοιλίᾳ Σου ὤφθη, Ἀδὰμ τὴν σωτηρίαν, ἀναπλᾶσαι ἐθέλων, διὸ δοξολογοῦμεν Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ΑΓΙΑ ΜΑΡΤΥΣ ΒΑΣΣΑ ΕΔΕΣΣΑΙΑ ΚΑΙ ΤΕΚΝΑ ΑΥΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

Τῶν Ἁγίων. Τὸν Βασιλέα.

Ὡς ἐκ τῆς ῥίζης, ἀναβλαστήσας ἁγίας, σὺ πολύκαρπον Ἀγάπιε ἐφάνης, ἐν τοῖς σοῖς βασάνοις, Μεγαλομάρτυς δένδρον.

Μή μοι τὴν πίστιν, τῶν σῶν ἁγίων δογμάτων, Σῶτερ γένοιτο ἀρνήσασθαι ἐβόας, γνώμῃ ἀδιστάκτῳ, Ἀγάπιε τρισμάκαρ.

Ἔρωτι θείῳ, ἀλλοιωθεὶς ἀπεκρούσω,τὴν φιλόϋλον Ἀγάπιε μανίαν, δόξα τῶν γηΐνων, καὶ ὥραν ἡλικίας.

 

Θεοτοκίον.

Νέα τῆς δόξης, ἡ κιβωτὸς ἐπεφάνης, ἡ φυλάξασα Χριστὸν τὸν νομοδότην, Ὃν ὑπερυψοῦμεν, Παρθένε εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Τῆς Ἁγίας. Ἐξέστη ἐπὶ τούτῳ.

Ὑψώθης ἕως τρίτου τῶν οὐρανῶν, συναφθεῖσα χορείαις καὶ τάξεσιν, ἀγγελικαῖς, καὶ πρεσβεύεις Μάρτυς ὑπὲρ ἡμῶν, ὡς ἔχουσα ἀοίδιμε παῤῥησίαν Βάσσα, πρὸς τὸν Χριστόν, ἐπαίρουσα τὰς χεῖρας, τὰς πάνυ ἐστιγμένας, ὑπὸ βασάνων καὶ κακώσεων.

Τὸ θεῖόν σου μνημόσυνον οἱ πιστοί, ἐν Ἐδέσσῃ κατ’ ἔτος γεραίροντες, περιχαρῶς, πρὸ τῆς σῆς εἰκόνος τῆς θαυμαστῆς, ὑμνοῦμέν σου πανένδοξε, τὴν ὁμολογίαν διὰ Χριστόν, αἱμάτων τὰς ἐκχύσεις, τὸ εὐσταθές σου ἤθος, καὶ τῶν φρενῶν ῥωμαλεότητα.

Ἡγίασας αἱμάτων σου ταῖς ῥοαῖς, τῆς Ἀλώνης τὴν ἄρουραν ἔνδοξε, καὶ τὸν χορόν, Βάσσα τῶν ἁγίων τὸν ἱερόν, ἐν οὐρανοῖς ἐκόσμησας, συναριθμηθεῖσα τοῖς Ἀθληταῖς, πρεσβεύουσα σὺν τούτοις, ὑπὲρ ἡμῶν ἀπαύστως, τῶν μετὰ ζήλου γεραιρόντων σοι.

 

Θεοτοκίον.

Συνᾶψαι τὰ ἡμέτερα οὐρανοῖς, βουληθεὶς ὁ φιλάνθρωπος Κύριος, σωματικῶς, ὤφθη τοῖς ἀνθρώποις ἐπὶ τῆς γῆς, λαβὼν ἐκ Σοῦ τὸ φύραμα, καὶ συντρίψας κράτει τοὺς δυσμενεῖς, εἰρήνην ἐδωρήσω, ἡμῖν τοῖς ἀναξίοις, θεογεννήτρια Πανάμωμε.

 

Τῶν Ἁγίων. Κυρίως Θεοτόκον.

Ἰδοὺ τὴν ἱεράν σου, μνήμη ἐν Ἐδέσσῃ, Πιστὲ θεόφρον ὑμνῆσαι συνήλθομεν, διὸ μὴ παύσῃ σκεπάζων τοὺς προσιόντας σοι.

Ὡς ῥόδον ἐξανθήσας, Μάρτυς ἐν Ἐδέσσῃ, τῶν εὐσεβούντων τὴν πίστιν ἐτράνωσε, καὶ κακοδόξων τὴν δόξαν κατήσχυνε.

Ἡ σὴ ὁμολογία, Μάρτυς ἐν Ἐδέσσῃ, τῶν εὐσεβούντων τὴν πίστιν ἐτράνωσε, καὶ κακοδόξων τὴν δόξαν κατήσχυνε.

 

Θεοτοκίον.

Λαὸν τῶν Ὀρθοδόξων, Πάναγνε Παρθένε, ταῖς σωστικαῖς Σου πρεσβείαις διάσωζε, αἱρετικῶν τὰς ἀγέλας κατασκεδάζουσα.

 

Ἐξαποστειλάρια. Ὁ οὐρανὸς τοῖς ἄστροις.

Τὴν τοῦ Χριστοῦ Ἀθληφόρον, Βάσσαν τιμήσωμεν πιστοί, ἐκδιηγούμενοι πάντα, τὰ ἀξιότιμα πάθη, ἅ καθυπέστη γενναίως, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος.

Τοὺς ἐξ Ἐδέσσης Ἁγίους, τοὺς μαρτυρήσαντας λαμπρῶς, διὰ Χριστὸν ἐγκωμίοις, στέψωμεν ἔνδοξον Πιστόν, Ἀγάπιον στεφανίτην, σὺν Ἀθλητῇ Θεογνίῳ.

 

Τῆς ἑορτῆς.

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

 

Εἰς τούς Αἴνους ιστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πολύαθλε Βάσσα τοῦ Χριστοῦ, σπόρον τὸν οὐράνιον, ἐν τῇ ψυχῇ σου ἁρπάσασα, καὶ γεωργήσασα, ἑκατὸν τοὺς στάχεις, ἐν σταδίῳ ἔδρεψας, ἀθλήσει τοῦ λαμπροῦ μαρτυρίου σου, ὑποσκελίζουσα, ἐν βασά-οις ἀνδρικώτατα, τῶν ἀψύχων εἰδώλων τὴν δύναμιν.

 

Ὡς ξύλον Ἐδέσσης εὐθαλές, Βάσσα πανσεβάσμιε, τοὺς τρεῖς βλαστοὺς ἀνεβλάστησας, Πιστὸν Ἀγάπιον, σὺν τῷ Θεογνίῳ, τοὺς Μεγαλομάρτυρας, μεθ’ ὧν καθικετεύεις τὸν Κύριον, λιταῖς σου πάντοτε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Χριστὸν ὡμολόγησας στεῤῥῶς, Βάσσα διαπτύσασα, τῶν γεηρῶν τὴν ἀπόλαυσιν, ὡς Μάρτυς ἄτρωτος, καὶ νενευρωμένη τῇ χάριτι Πνεύματος, ἀθέων τὴν μανίαν διήλεγξας, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Πολύαθλε Βάσσα τὸν Χριστόν, ἐν τοῖς στέρνοις ἔχουσα, τὰς μηχανὰς τοῦ ἀλάστορος, τὰ κολαστήρια, λιθασμοὺς τὴν φλόγα, τοῦ πυρὸς τὸν λέβητα, τοῦ ὕδατος θηρίων τὴν ἄλογον, ὁρμὴν καὶ τραύματα, τῶν ἀθέων τὰ ἐπώδυνα, Ἀθληφόρε γενναίως ὑπέμεινας.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν εὐφραινόμενοι, ἐπὶ τῇ εὐσήμῳ μνήμῃ, τῆς Ἁγίας Μεγαλομάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς. Ἱερεῖς καὶ ἄρχοντες συμψαλέτωσαν, καὶ τὴν Ἀθληφόρον τιμάσθωσαν ἐν ὕμνοις, τὴν ἐχθροῦ σκεδάσασαν, ἀνδρικῶς τὰς φοβερὰς μηχανάς, καὶ εὐτόλμως ὁμολογήσασαν τὴν ἀλήθειαν.

Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος, σφαγιασθεῖσαν ἀμνάδα, ἐπαξίως εὐφημήσωμεν. Τῶν Ἀγγέλων τὴν χαρμονήν, Μακεδονίας τὸν κόσμον, τὴν τῶν γυναικῶν θυμηδίαν, τὸ σκεῦος τῶν ἀρετῶν, τῆς Ἐδέσσης παμφαεστάτην λυχνίαν, τὸν τῆς Ἀλώνης λειμῶνα τὸν θεῖον, μητέρα τριῶν Μαρτύρων οὐρανόφρονα, ᾄσμασιν ἐκ καρδίας, ἐγκωμιάζοντες οὓτως εἴπομεν· πανεύφημε Μεγαλομάρτυς, ταῖς σαῖς πρεσβείαις ῥῦσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ περιστάσεως.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσματι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες ἐκ ζωῆς εἰς ζωὴν μεθι-ταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι, συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Θέογνιν Ἀγάπιον καὶ Πιστόν, καὶ σὺν τούτοις Βάσσαν, τοὺς ἀθλήσαντας θαυμαστῶς, τοὺς λαμπροὺς ἀστέρας, τῆς πόλεως Ἐδέσσης, ἐν ὕμνοις γηθοσύνως πάντες τιμήσωμεν.

 

akolouthiesorthodox.blogspot.com

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *