ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ – ΑΥΓΟΥΣΤΟΣ 25

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΚΕ΄!!

ΚΩΝΣΤΑΝΤΙΑ ΟΣΙΑ ΠΑΦΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ὁσίας. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῆς εὐσεβείας τὸν πλοῦτον καὶ τῆς χρηστότητος, τὸν τεθησαυρισμένον, ἐν αὐτῆς τῇ καρδίᾳ, σεπτῇ διακονίᾳ τοῦ ἀσκητοῦ, Ἱλαρίωνος μέλψωμεν, ἐκδαπανήσασαν κράζοντες εὐλαβῶς· Κωνσταντία χαῖρε πάνσοφε.

 

Τοῦ Ἱλαρίωνος ἄντρου σεπτοῦ οἰκήτορος, ἐν τῇ περιοικίδι, ἐνασκήσαντος Πάφου, ἀνάγκας τὰς τοῦ βίου πανευλαβῶς, θεραπεύσασαν μέλψωμεν, νῦν Κωνσταντίαν ὡς ἔνθεον ἀληθῶς, καὶ θεόπνουν διακόνισσα.

 

Νῦν γυναικῶν Κωνσταντία σεπτῶν θησαύρισμα, χρηστοηθείας γέρας, καὶ σεμνότητος φάρον, ὡς ἔκτυπον λαμπρῶν διακονισσῶν, καὶ προστάτιν ἀνύστακτον, τῆς Πάφου ὕμνοις τιμήσωμεν μελιχροῖς, καὶ εὐτάκτοις μελῳδήμασιν.

 

Παραμονάριος τάφου τοῦ Ἱλαρίωνος, τοῦ θεαυγοῦς ἐν Πάφῳ, Κωνσταντία θεόφρον, ᾧ πόθῳ διηκόνεις ἐν τῇ ζωῇ, χρηματίσασα ἔδραμες, μετὰ κλοπὴν τοῦ λειψάνου αὐτοῦ Χριστῷ, ὑπαντῆσαι Μῆτερ πάνσεμνε.

 

Δόξα. Ἦχος β΄.

Τὴν παρὰ πάντας ἐν τῇ Κύπρῳ σεβομένην, ὡς διακόνισσαν Ἱλαρίωνος τοῦ Μεγάλου, καὶ ἀδιαλείπτως προσευχομένην πρὸς τοῦ αὐτοῦ τάφου, ἄχρι τῆς αὐτῆς τοῦ ζῆν ἐκμετρήσεως, Κωνσταντίαν τὴν μακαρίαν τιμήσωμεν κράζοντες· Πάφου ἀκέστορ καὶ φύλαξ καὶ ἔφορε, εὐχαῖς σου ἡμᾶς ἐν ἐγρηγόρσει τήρειο, μακρὰν διώκουσα τῆς ῥαστώνης ὁμίχλην, καὶ οὐρανοδρόμον δεῖξον πορείαν τοῖς σὲ μακαρίζουσι.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Πάφου τὸ εὐανθές, καὶ μυροβόλον κρίνον, ἐν ὕμνοις Κωνσταντίαν, τιμήσωμεν ἐκθύμως, ὡς πίστεως ὀσφράδιον.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Ὅλῃ, τῆς σῆς ψυχῆς, ἐφέσει Κωνσταντία, ἐκάλυψας τὰς χρείας, ἐν Πάφῳ τοῦ βιοῦντος, Ὁσίου Ἱλαρίωνος.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Ἄντρου τῷ οἰκιστῇ, ἐν τῇ περιοικίδι, τῆς Πάφου Κωνσταντία, ὁσίῳ ἰατῆρι, σῆς κόρης διηκόνησας

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, τρισήλιε Θεότης, ἀξιοχρέως πάντες, Σοὶ δόξαν ἀναπέμπομεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Σκέπη τῶν εὐσεβῶν, ἑτοίμη προστασία, χριστιανῶν ἁπάντων, καὶ φύλαξ Θεοτόκε, ὑπάρχεις τῶν ὑμνούντων Σε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.

Ἀσκητῇ τῷ μεγάλῳ διακονήσασα, ἐν Πάφου περιοικίδι, τῷ ἀσκουμένῳ σεπτῶς, Ἱλαρίωνι καὶ πίστει διαπρέψασα, ὤφθης κοσμήτωρ γυναικῶν, καὶ προστάτις Παφηνῶν, θεόσοφε Κωνσταντία, ἡμῖν Χριστὸν ἡ ἀόκνως, ἱλεουμένη τοῖς τιμῶσί σε.

Δόξα… Καὶ νῦν … Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ὁσίας. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Σεπτὴ Κωνσταντία θεαυγεῖ, ὄντως Ἱλαρίωνι, διακονήσασα ἔμεινας, μετὰ μετάστασιν, τὴν αὐτοῦ πρὸς πόλον, τάφου φύλαξ ἄγρυπνος, αὐτοῦ τοῦ ἐποφθέντος ἀκένωτον, ῥεῖθρον ἰάσεων· ὅθεν πάντες μακαρίζομεν, καὶ τιμῶμεν τὴν πάνσεπτον μνήμην σου.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

Δοχεῖον χαρίτων τιμαλφές, Κωνσταντία πρέσβευε, σὺν τῷ σεπτῷ Ἱλαρίωνι, ᾧ διηκόνησας, τῷ ἀγαθοδώρῳ, Ἰησοῦ ὑγιείαν, καὶ ῥῶσιν καταπέμψαι καὶ δύναμιν, τοῖς ἑορτάζουσι, μνήμην σοῦ τὴν ἀεισέβαστον, καὶ ὑμνοῦσι, τοῦ βίου σου σκάμματα.

 

Λαμπὰς Κωνσταντία προσευχῆς, πολιτείας κρείττονος, καὶ προσφορᾶς πρὸς τὸν ἔγγιστα, ἐκθύμως ἔσπευσας, χρείας θεραπεῦσαι, θείου Ἱλαρίωνος, τοῦ δείξαντος παλαίστραν πανθαύμαστον, Πάφου τὸ σπήλαιον, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, καὶ ταμεῖον, ἰάσεων ἄσυλον.

 

Δαιμόνων διώκοντος ἑσμούς, θείου Ἱλαρίωνος, καὶ θεραπεύοντος πάσχοντας, ὡς διακόνισσαν, σὲ ὑμνολογοῦμεν, Κωνσταντία ἔνθεε, Ὁσίων γυναικῶν ἐγκαλλώπισμα, περιφανέστατον, καὶ προστάτιν Πάφου ἄγρυπνον, ὁλοθύμως, τὴν μνήμην σου σέβοντες.

 

Ἀγγέλων χορείαις ἐν Ἐδέμ, συνευφραίνῃ πάντοτε, καὶ σὺν κλεινῷ Ἱλαρίωνι, χαίρεις πανθαύμαστε, Μῆτερ Κωνσταντία, ἄνθρωπε ἰσάγγελε, καὶ ἄγγελε βροτῶν σάρκα φέρουσα· ὅθεν γηθόμενοι, ἑορτάζοντες τὴν μνήμην σου, ἱκεσίας τὰς σὰς ἐκδεχόμεθα.

 

Τῷ σοῦ θυγατέρα χαλεπῶς, ἀσθενοῦσαν πάγκαλε, ἰασαμένῳ θεόσοφε, ἐλαίου χρίσματι, σὺν αὐτῆς συζύγῳ, Κωνσταντία ὅλῃ σου, ἐφέσει τῆς ψυχῆς διηκόνησας, καὶ κατηξίωσαι, σὺν αὐτῷ πρεσβεύειν πάντοτε, δοῦναι πᾶσιν, ἰσχὺν τοῖς τιμῶσί σε.

 

Δόξα. Ἦχος πλ. Β΄.

Τὴν Μυροφόρων χρέος ἐκτελέσασαν, καὶ ὁσίως κηδεύσασαν τὸ σκῆνος Ἱλαρίωνος τοῦ Μεγάλου, ἐν ᾧ Πάφῳ ἐπιμελῶς διηκόνησε, Κωνσταντίαν τὴν θεοείκελον, τιμήσωμεν κράζοντες· ἡ πόθον διακαῆ σχοῦσα διακονῆσαι τῷ θείῳ Ἱλαρίωνι, καὶ τὸ ζῆν ἐκμετρήσασα, μετὰ τὴν ὑπὸ τοῦ Ἡσυχίου κλοπὴν τοῦ αὐτοῦ σκήνους, ἀξίωσον ἡμᾶς Χριστῷ συνεῖναι ἀεὶ ἐν πόλῳ δόξης, τοὺς ἐγκωμίοις στέφοντας τὴν πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).

Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον.

Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐ­γέ­νε­το ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦ­τον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐ­τῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον.

Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐ­ρεί­δει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί.

Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐ­τῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γί­νε­ται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

  1 Δεκεμβριου 2016 Αγίου Θεοκλήτου επισκόπου Λακεδαιμονίας θαυματουργού, Προφήτου Ναούμ, Αγίου Φιλαρέτου ελεήμονος

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄, 1-10).

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.

ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής·

ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. 8 διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Εὐφράνθητε Παφηνῶν αἱ χορεῖαι, καὶ σκιρτήσατε φιλοσίων Κυπρίων οἱ δῆμοι, τὴν μνήμην τελοῦντες Κωνσταντίας τῆς οὐρανόφρονος. Αὕτη γὰρ καλῶς διακονήσασα Ἱλαρίωνι τῷ Μεγάλῳ, καὶ τὸν τάφον αὐτοῦ φυλάξασα ὡς ὄλβον ἱερὸν καὶ πανάγιον, ἐξέπνευσεν ἐν τῇ θέᾳ τῆς αὐτοῦ συλήσεως ὑπὸ τοῦ Ἡσυχίου, καὶ μετέστη πρὸς Κύριον, Αὐτὸν ἱκετεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Εὐγενοῦς ἐκ ῥίζης ῥόδον εὐθαλέστατον, τὸν ἐν Πάφῳ ἀνθῆσαν εὐσεβείᾳ καὶ σεμνότητι, Κωνσταντίαν τὴν Ὁσίαν εὐφημήσωμεν. Αὕτη γὰρ εὐγνωμόνως διακονήσασα Ἱλαρίωνι τῷ Μεγάλῳ, ἕνεκα τῆς ὐπ’ αὐτοῦ τῆς θυγατρὸς καὶ τοῦ γαμβροῦ αὐτῆς ἰάσεως, δι’ ἐλαίου ἐπιχρίσεως, εἰς ὕψος κατήντησεν ὁσιότητος δυσαντίβλεπτον. Καὶ νῦν μετ’ αὐτοῦ ἐν οὐρανίῳ παστάδι Χριστοῦ θεωμένη τὸ κάλλος, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Τὴν παρὰ τοὺς πόδας μαθητεύσασαν Ἱλαρίωνος τοῦ ἐνθεωτάτου, καὶ τὴν ἀρετὴν καὶ σεμνότητα αὐτοῦ ζηλώσασαν, μακαρίαν Κωνσταντίαν τιμήσωμεν λέγοντες· Ὡς μυροφόρος ἄλλη ἐν Πάφῳ πολιτευσαμένη, καὶ τοῦ σοῦ εὐεργέτου τὸ σκῆνος κηδεύσασα, αὐτῷ ἀλείφουσα ἀρώματα καὶ δάκρυσι, εὐωδίασον τὴν ζωὴν ἡμῶν εὐχαῖς σου, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος δ΄.

Ἐνδελεχῶς ἐπιτηροῦσα τὸ μνῆμα Ἱλαρίωνος τοῦ θείου, καὶ νυχθημερὸν αὐτοῦ μὴ ἀφισταμένη, ἀδιαλείπτοις προσευχαῖς Κωνσταντία αὐτὸ ἔῤῥανες, καὶ μύροις ἡδυπνεύστοις σὺν δάκρυσι. Μὴ οὖν ὑπενεγκοῦσα τὴν ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ Ἡσυχίου, κλοπὴν τοῦ πνιέρου αὐτοῦ λειψάνου, παραχρῆμα ἐξέπνευσας, καὶ Χριστῷ ὑπαντήσασα ἐν πόλῳ, ἀσιγήτως πρεσβεύεις Αὐτῷ, ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἡ ἀκλινὴς ἀρωγός, θερμὴ προστάτις καὶ ἀκέστωρ καὶ πρόμαχος, τῆς Πάφου ἐν ᾗ ἐτέχθης, καὶ ἣν τῆς σῆς προσφορᾶς, καὶ ἀγάπης φέγγει κατεφώτισας. Ὁσίων καλλώπισμα, γυναικῶν Ἱλαρίωνι, ἡ τῷ Μεγάλῳ, πίστει διακονήσασα, τῷ οἰκήσαντι, ἐν σπηλαίῳ πανύμνητε, καὶ ἐπαρθέντι ἄῤῥητον, πρὸς ὕψος θεώσεως. Πανευκλεὲς Κωνσταντία, Ἀγγέλων θείων συνόμιλε, καὶ γέρας Μητέρων, ἔργοις εὐαρεστησάντων, τῷ Παντοκράτορι.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις, τοῦ θεαυγοῦς ἀσκητοῦ, μοναχικῆς ἐν Παλαιστίνῃ βιώσεως, τοῦ πρώτου καὶ θεμελίου, ἀσκητισμοῦ ἀκραιφνοῦς, ἐν τῇ νήσῳ Κύπρῳ, Ἱλαρίωνος, Μεγάλου μαθήτρια, καὶ σεμνὴ διακόνισσα, χαριτοβρύτων, γυναικῶν θεῖον ἔκτυπον, καὶ πολύτιμον, ἀγαπήσεως μάργαρων. Σοῦ γὰρ τὴν χρηστοήθειαν, τιμῶντες γηθόμενοι, πανευλαβὲς Κωνσταντία, προστάτις Πάφου ἀνύστακτε, τὴν σὴν μεσιτείαν, πρὸς τὸ σῶζειν ἐκζητοῦμεν, ἡμᾶς δυνάμενον.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Χαίροις, ἡ χαρμονὴ Παφηνῶν, εὐσεβοφρόνων γυναικῶν σεμνολόγημα, πανένδοξε Κωνσταντία, καὶ καθαρᾶς βιοτῆς, κρίνον μυροβόλον, ἐκβοῶμέν σοι· Μετὰ γὰρ τὴν ἴασιν, θυγατρὸς ἀσθενούσης σου, καὶ τοῦ συζύγου, τοῦ αὐτῆς Μῆτερ ἔνθεε, ὑπὸ σώφρονος, ἀσκητοῦ Ἱλαρίωνος, ὅλῃ ψυχῆς ἐφέσει σου, αὐτῷ διηκόνησας, καὶ φύλαξ ἔστης ὡς θεῖος, αὐτοῦ τοῦ τάφου θεόσοφε, ἰάσεων ῥεῖθρα, τοῦ βλυστάνοντος τοῖς πίστει, αὐτῷ προστρέχουσι.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Δραμοῦσα εἰς ὀσμὴν μύρου Χριστοῦ διὰ τῆς σῆς διακονίας, τρόπων ἀγαπήσεως καὶ ἱλαρᾶς ἑαυτῆς κενώσεως, διὰ τὴν θεραπείαν τῶν ἀναγκῶν τοῦ πλησίον, μυροβόλον ὤφθης τῆς χάριτος λευκάνθεμον, Κωνσταντία πανένδοξε. Μεταφυτευθεῖσα οὖν χειρὶ θείῳ εἰς κήπους οὐρανίους πανδρόσους, εὔφρανον καὶ ἡμᾶς ὀσμαῖς πρεσβειῶν σου πρὸς Κύριον, καὶ ῥῦσαι παθῶν δυσωδίας τοὺς ἑορτάζοντας πόθῳ, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

Ἀπολυτίκιον. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.

Ἀσκητῇ τῷ μεγάλῳ διακονήσασα, ἐν Πάφου περιοικίδι, τῷ ἀσκουμένῳ σεπτῶς, Ἱλαρίωνι καὶ πίστει διαπρέψασα, ὤφθης κοσμήτωρ γυναικῶν, καὶ προστάτις Παφηνῶν, θεόσοφε Κωνσταντία, ἡμῖν Χριστὸν ἡ ἀόκνως, ἱλεουμένη τοῖς τιμῶσί σε.

Δόξα… Καὶ νῦν … Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

  Το Ευαγγέλιο της Κυριακής 28 Μαΐου 2023

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν ἔνθεον βλαστόν, νήσου Κύπρου καὶ Πάφου, τὸ ἄνθος τὸ ἡδύ, εὐλαβῶς Κωνσταντίαν, τὴν θείαν τιμήσωμεν, ὡς ζηλώσασαν ἅπαντα, τὰ αἰώνια, καὶ πίστει ἀρνησαμένην, τὰ φθειρόμενα, παρόντος κόσμου βοῶντες· κρηπὶς χαῖρε πίστεως.

Δόξα… Καὶ νῦν … Θεοτοκίον

Τὴν νῆσον ἐσαεί, τῶν Κυπρίων φυλάττεις, ἐκ πάσης συμφορᾶς, καὶ ἐχθροῦ ἐπηρείας, κινδύνων καὶ θλίψεων, Θεοτόκε πανύμνητε, καὶ τὸ σύστημα τῶν εὐσεβῶν ἁγιάζεις, ἐκδεχόμενος τὴν Σὴν θερμὴν προστασίαν, καὶ θείαν ἀντίληψιν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἀγάπης ἀνύσασα καὶ προσφορὰς τὴν ὁδόν, πρὸς τὸν Ἱλαρίωνα, τὸν θαυμαστὸν ἀσκητήν, αὐτοῦ ἰσοστάσιος, ὤφθης τῆς θείας δόξης, θεαυγὲς Κωνσταντία, Πάφου ἡ κλεινὴ προστάτις, καὶ σεμνῶν παραστάτις, γυναίων ἐν τοῦ βίου δεινοῖς, Μῆτερ πανεύφημε.

Δόξα… Καὶ νῦν … Θεοτοκίον

Θερμὸν παραμύθιον τῶν θλιβομένων πιστῶν, ἡμῶν ἱλαστήριον τῶν σὲ τιμώντων ἀεί, καὶ θεῖον προσφύγιον, πάντων ἐμπεριστάτων, Θεοτόκε Παρθένε, ῥῦσαι ἡμᾶς ταχέως, ἐνεστώσης ἀνάγκης, ἐχθροῦ ἐπιβουλῆς συμφορῶν, καὶ περιστάσεων.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τῇ ὡραιότητι.

Σὺν Ἱλαρίωνι, τῷ οὐρανόφρονι, σεμνῷ οἰκήτορι, σπηλαίου μέλψωμεν, τῆς Πάφου καὶ θεοειδῶν Ὁσίων τὸν ἀκρέμονα· Κωνσταντίαν ἔνθεον ἱερὰν διακόνισσαν, τὴν αὐτοῦ καὶ κλέϊσμα γυναικῶν Κύπρου κράζοντες, ψυχῆς ἐν κατανύξει μυχίων· Χαῖρε τῆς προσφορᾶς ταμεῖον.

Δόξα… Καὶ νῦν … Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ… Ζήτει τῇ ΚΒ΄ Ἰουλίου, εἰς τὴν Λειτουργίαν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὴν μεγάλως ἐν Πάφῳ σεβομένην, ὡς αὐτῆς προστάτιν καὶ ἔφορον, Κωνσταντίαν, τὴν μακαρίαν τοῦ Ἱλαρίωνος διακόνισσαν, εὐσχημόνως τιμήσωμεν κράζοντες· Μῆτερ ἁγιωτάτη, μὴ παύσῃ σὺν τῷ μεγάλῳ ἀσκητῇ καὶ ὁσίῳ, θεμελιώσαντι μοναχισμὸν ἐν Κύπρῳ, Χριστῷ πρεσβεύουσα, ὑπὲρ ὑγιείας τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Χαῖρε, Κωνσταντία, Ἱλαρίωνος διάκονε. Χ.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Χαρίτων ἀλάβαστρον, τοῦ Παρακλήτου ἡδύπνευστον, σεπτῷ Ἱλαρίωνι, διακονίᾳ τῇ σῇ, εὐωδιάσας, θεόφρον Κωνσταντία, δεινῆς ἀπαλλάξαντι, νόσου τὴν κόρην σου.

Ἀγάπης ἀνάκτορον, καὶ προσφορᾶς πρὸς τοὺς ἔγγιστα, σοφῶς ἐθεράπευσας, τὰς χρείας τοῦ ἀσκητοῦ, Ἱλαρίωνος, τοῦ θείου Κωνσταντία, ἰκμάδος ὡς δότειρα, ὅλης καρδίας σου.

Ἱλέωσαι Κύριον, ἡμῖν τοῖς σὲ μακαρίζουσιν, ὡς θείαν διάκονον, τῆς Ἐκκλησίας Χριστοῦ, Ἱλαρίωνος, ἀνάγκας Κωνσταντία, χερσὶ θεραπεύσασα, πάσας ἰδίαις σου.

Θεοτοκίον.

Ῥανίδας δακρύων μου, Σῶν διαθέρμων δεήσεων, πρὸς Τόκον τὸν θεῖόν Σου, Θεογεννῆτορ ἁγνή, σμῆξιν τάχιστα, Παρθένε μανδηλίῳ, καὶ κάθαρον δέομαι, ῥύπον καρδίας μου.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ἐκσφράγισμα θεῖον Κωνσταντίαν, θεόφρον Ὁσίων Γυναικῶν, ἐσφράγισας τὸν βίον σου, ἀγάπης τὸν ἐπίγειον· διόπερ σε ἐδόξασεν, ἀφθάρτῳ στέφει ὁ Κύριος.

Κοσμῆτορ τῆς Πάφου Κωνσταντία, αὐτὴν προστατεύεις ἀκλινῶς, ἐκ πάσης περιστάσεως, ἐπιβουλῆς τοῦ δαίμονος, ἀνάγκης καὶ στενώσεως, καὶ συμφορᾶς καὶ κακώσεως.

Ὡραῖοι οἱ πόδες σου ταχέως, δραμόντες εἰς σπήλαιον σμικρόν, διακονῆσαι πάνσεμνε, τῷ θείῳ Ἱλαρίωνι, πιστοῖς ἀφθόνως νέμοντι, ὦ Κωνσταντία ἰάματα.

Θεοτοκίον.

Ναὲ ἀχειρότευκτε Κυρίου, ὑπέραγνε Μῆτερ τοῦ Θεοῦ, ναοὺς ἡμᾶς ἀνάδειξον, ἁγνείας καὶ χρηστότητος, τοὺς εἰς αἰῶνας μέλποντας, τῶν θαυμασίων Σου πέλαγος.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τὸ μυράλειπτρον, τῆς εὐσεβείας, καὶ ἀλάβαστρον, ἀγάπης θείας, τὸν πολύτιμον τῆς πίστεως σάπφειρον, ὡς Παφηνῶν ἱερὸν ἐγκαλλώπισμα, νῦν Κωνσταντίαν ἐκθύμως τιμήσωμεν, Ἱλαρίωνος ὡς πάνσεμνον διακόνισσαν, ἀγάπῃ οὐρανίῳ διαπρέψασαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Καθυπόδειξον, ἡμῖν Παρθένε, τὴν ἀπάγουσαν, πρὸς σωτηρίαν, ἀτραπὸν καὶ δομοὺς ἀϊδιότητος, ὡς ἀπλανὴς τῶν Σῶν δούλων ἰθύντειρα, καὶ ὁδηγὸς σταθηρὰ τῶν τιμώντων Σε, πρὸς ἀτέλεστον χαρὰν Θεοτόκε πάνσεπτε, εἰρήνην ἀσφαλῆ καὶ ἀγαλλίασιν.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Σὲ τιμῶντες Κωνσταντία, Παφηνῶν τὰ συστήματα, σὺν τῷ θεοφόρῳ, ἀσκητῇ Χριστοῦ Ἱλαρίωνι· μεθ’ οὗ συγχαίρεις ἐν πόλῳ ἀνυμνοῦμέν σε, διακόνισσαν, αὐτοῦ ὡς θείαν καὶ ἄγρυπνον.

Τῷ ἐν τῇ περιοικίδι, Πάφου Μῆτερ ἀσκήσαντι, ἐν σμικρῷ σπηλαίῳ, ἀσθενεῖς ταχὺ θεραπεύσαντι, καὶ ἐκδιώξαντι πνεύματα ἀκάθαρτα, Ἱλαρίωνι, πανευλαβῶς διηκόνησας.

Ἀκλινῶς προσευχομένη, εὐεργέτου πρὸς μνήματος, σοῦ οὐρανοσδότου, Κωνσταντία ζῆν ἐξεμέτρησας, καὶ πρὸς σκηνώσεις μετέστης ἀφθαρτότητος, τῷ οἰκτίρμονι, Χριστῷ συνεῖναι ἀείποτε.

Θεοτοκίον.

Νικητὰς κατ’ ἐναντίων, δεῖξον τοὺς ἀνυμνοῦντάς Σε, κεχαριτωμένη, νικητὴν θανάτου ἡ τέξασα, καὶ τὴν ζωὴν τὴν ἐν πόλῳ δωρησάμενον, ἀτελεύτητον, θεοχαρίτωτε Δέσποινα.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ταμεῖον ἀσύλητον, τῶν ἀρετῶν ἀγάπῃ σου,. ὄλβον ἐθησαύρισας ἐν πόλῳ, ὅνπερ συλῆσαι, καὶ ἀφαρπάσαι οὐδείς, οὐ δύναται Μῆτερ ἀγαθή, Κωνσταντία κράζομεν, γυναικῶν Πάφου κόσμημα.

Ἰδεῖν κατηξίωσαι, προσώπου κάλλος ἄῤῥητον, σὺν τῷ Ἱλαρίωνι τῷ θείῳ, τοῦ παναγάθου, καὶ παντεπόπτου Θεοῦ, Ὃν νῦν Κωνσταντία δυσωπεῖς, δοῦναι τοῖς τιμῶσί σε, ἄμφω σθένος καὶ δύναμιν.

Ἀγάπης ἀρχέτυπον, καὶ ῥεῖθρον ταπεινώσεως, διειδὲς θεόφρον Κωνσταντία, διακονῆσαι, κατηξιώθης σαφῶς, τῆς Πάφου μεγάλῳ ἀσκητῇ, θείῳ Ἱλαρίωνι, ξένα μόνον ποιήσαντι.

Θεοτοκίον.

Ἱκάνωσον δούλους Σου, συντρίψαι τοῦ ἀλάστορος, βέλη ἰοβόλα Θεοτόκε, τῆς Κωνσταντίας, θεοπειθέσιν εὐχαῖς, καὶ πλήρωσον πάντων χαρμονῆς, τὰς ψυχὰς τῶν δούλων Σου, ὑπερύμνητε Δέσποινα.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Λιποῦσα οἴκου σου ἄνεσιν, μετὰ τῆς θυγατρός σου τὴν ἴασιν, ὑφ’ Ἱλαρίωνος, τοῦ θαυμαστοῦ τάχος ἔδραμες, αὐτῷ διακονῆσαι καλῶς περίδοξε.

Ἀμνὰς Χριστοῦ παντευλόγητε, Ὁσία Κωνσταντία ἱκέτευε, Αὐτὸν ἀείποτε, σὺν τῷ κλεινῷ Ἱλαρίωνι, ὑπὲρ τῶν προστρεχόντων τῇ προστασίᾳ σου.

Ῥοὰς δακρύων ἀπόσμηξον, ἡμῶν τῶν εὐλαβῶς ἀνυμνούντων σε, ὡς διακόνισσαν, τοῦ ἱεροῦ Ἱλαρίωνος, τιμίαν Κωνσταντία θεοφορούμενε.

Θεοτοκίον.

Ἰδοὺ τὴν Σὴν ἀγαθότητα, ὑμνοῦντες καὶ ἀνύστακτον πρόνοιαν, Θεογεννήτρια, Σὲ ἀκλινῶς μακαρίζομεν, εἰς πάντας τοὺς αἰῶνας, ᾠδαῖς καὶ ᾄσμασι.

  Σήμερα 18 Μαρτίου εορτάζει ο Άγιος Κύριλλος: Ο Αρχιεπίσκοπος Ιεροσολύμων

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ

Σεπτὴν διάκονον τοῦ θείου Ἱλαρίωνος, βλαστὸν τῆς Πάφου καὶ τοῦ πόλου ἄνθος ἥδιστον, ἀνυμνήσωμεν πανεύφημον Κωνσταντίαν, ὡς προστάτιν Παφηνῶν καὶ ἀντιλήπτορα, καὶ Ὁσίων γυναικῶν τερπνὸν ἀλάβαστρον, πόθῳ κράζοντες· Χαίροις Μῆτερ ἀοίδιμε.

Ὁ Οἶκος.

Ἄγγελος Κωνσταντία, ὤφθης διακονίας, Ὁσίου Ἱλαρίωνος Μῆτερ, καὶ προστάτις τῆς Πάφου σεπτή· ὅθεν τὴν σὴν μνήμην εὐλαβῶς σέβοντες, τὴν πάνσεπτον κραυγάζομεν, ψυχῆς ἐν κατανύξει ταῦτα·

Χαῖρε, τῆς Κύπρου ὁ θεῖος γόνος·

χαῖρε, τῆς Πάφου εὐῶδες ἄνθος.

Χαῖρε, γυναικῶν θεοσόφων καλλώπισμα·

χαῖρε, ἀρετῶν θεϊκῶν ἐνδιαίτημα.

Χαῖρε, ὅτι διηκόνησας Ἱλαρίωνι σεπτῷ·

χαῖρε, ὅτι χάριν ὄμβρισας τῷ τιμῶντί σε λαῷ.

Χαῖρε, τῆς συμπαθείας παμφαέστατος λύχνος·

χαῖρε, τῆς εὐσεβείας χρυσοστόλιστον στέφος.

Χαῖρε, εἰκὼν σοφίας τῆς κρείττονος·

χαῖρε, κανὼν Χριστοῦ ἀγαπήσεως.

Χαῖρε, χοροῦ Παφηνῶν ἡ προστάτις·

χαῖρε, ἑσμοῦ τοῦ ἐχθίστου διώκτις.

Χαίροις, Μῆτερ ἀοίδιμε.

 

Συναξάριον.

Τῇ ΚΕ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Κωνσταντίας τῆς ἐν Πάφῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ Ἁγίου Ἀποστόλου Βαρθολομαίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων· Μηνᾶ, Ἐπιφανίου, Γενναδίου καὶ Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου, τοῦ Καρπάθιου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα Βενεθάλων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἔμπας τῆς Πρεσβυτέρας, τῆς ἐν Ἀγγλίᾳ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Ὡς ἀμάρυγμα διακονίας πάμφωτον, καὶ φέγγος ἄῤῥητον, ἀγάπης καὶ προσφορᾶς, σὲ ὕμνοις γεραίρομεν, ψαλμοῖς καὶ ᾄσμασι, παναοίδιμε, Μητέρων θείων κλέϊσμα, μακαρία Κωνσταντία.

Νίκης τρόπαιον, Σταυρὸν τὸν τρισμακάριστον, ἐν κόλποις φέρουσα, ἑκόντα τὸν ἐν αὐτῷ, τὰς χεῖρας ἐκτείναντα, Χριστὸν ἱκέτευε, τοὺς ἱκέτας σου, ἐχθρὸν τὸν παναλάστορα, τὸν ἀρχαῖον θριαμβεῦσαι.

Ὁσιότητος, ὡς πρόβολος καὶ σκήνωμα, τῆς ἀγαπήσεως, σὲ Κωνσταντία λαμπρῶς, τιμῶντες γηθόμενοι, σὺν Ἱλαρίωνι ἁγιάσαντι, σμικρὸν τῆς Πάφου σπήλαιον, πόνοις θείοις σὲ ὑμνοῦμεν.

Θεοτοκίον.

Σκέπε φύλαττε, καὶ φρούρει τοὺς οἰκέτας Σου, Θεογεννήτρια, ὑπὸ τὴν σκέπην τὴν Σήν, καὶ πάντας ἁγίαζε, τοὺς μεγαλύνοντας, ὕμνοις πρέπουσι, τὴν ἄγρυπνόν Σου εὔνοιαν, καὶ πληθὺν Σῶν θαυμασίων.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Δόμων οὐρανίων Κωνσταντία, οἰκῆτορ καὶ Ἱλαρίωνος ὁμόσκηνε, ᾧπερ διηκόνησας, εὐλαβῶς ἱκέτευε, Χριστὸν τὸν πανοικτίρμονα, καὶ πολυέλεον, ὑπὲρ τῶν μελῳδούντων εὐτάκτως, μνήμην τὴν ἁγίαν, καὶ ἀεισέβαστόν σου.

Ἵλεων ἀπέργασαι τὸν Κτίστην, ἡμῖν Κωνσταντίαν τοῖς τιμῶσί σε, ὥσπερ διακόνισσαν, θείου Ἱλαρίωνος, σεμνὴν καὶ ταπεινόφρονα, καὶ στῦλον ἄσειστον, ἀφάτου προσφορᾶς καὶ ἀγάπης, Πάφου ἀντιλῆπτορ, καὶ φύλαξ καὶ ἀκέστορ.

ᾌσμασιν εὐήχοις Κωνσταντία, οἱ δῆμοι τῶν Παφηνῶν ὑμνολογοῦμέν σε, καὶ Κυπρίων σύλλογοι, στέφομέν σε πάντοτε, ψαλμῶν ἡδίστοις ἄνθεσι, Μῆτερ ἰσάγγελε, ἡ κλέος γυναικῶν ἐποφθεῖσα, καὶ τῆς Ἐκκλησίας, θεοειδὴς κοσμήτωρ.

Θεοτοκίον.

Κόπασον τὸν σάλον οἰκετῶν Σου, καὶ βίον ἡμῶν εἰρήνευσον Σῇ χάριτι, Εἰρηνάρχου κτίσαντος, Μῆτερ ὑπερύμνητε, Θεογεννῆτορ ἄχραντε, παρακαλοῦμέν Σε, γαλήνην ἡ βραβεύουσα πᾶσι, ποντουμένοις λύπαις, καὶ θλίψεσι τοῦ βίου.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ θ’. Ἅπας γηγενής.

Ὄμβρισον ἡμῖν, ἐξ ὕψους εὐκλείας σου, τῆς προστασίας σου, ὑετὸν καὶ ἄρδευσον, ἡμῶν καρδίας, αὐχμώδεις πάγκαλε, ἀγάπης θείας μάργαρον, καὶ ἐνδιαίτημα, συμπαθείας Κωνσταντία πάνσεμνε, πρὸς διενῶς τρυχομένους καὶ κάμνοντας.

Νεῦσον ταῖς ἡμῶν, θερμαῖς παρακλήσεσι, θεόθεν παύουσα, τῆς σαρκὸς σκιρτήματα, τῶν σὲ τιμώντων, ψαλμοῖς καὶ ᾄσμασιν, ὡς Πάφου ἀντιλήπτορα, φρουρὸν καὶ πρόμαχον, Κωνσταντία, γυναικῶν ὡράϊσμα, θεοφόρων καὶ πίστεως ἔρεισμα.

Εὖχος ἱερόν, τῆς Κύπρου καὶ σέμνωμα, τῆς Πάφου πάντιμον, Κωνσταντία ἔνθεε, μὴ διαλίπῃς, Χριστῷ πρεσβεύουσα, ὑπὲρ τῶν ἀνυμνούντων σε, ὡς διακόνισσαν, τοῦ Μεγάλου, ὄντως Ἱλαρίωνος, ἐν σπηλαίῳ τῆς Πάφου ἀσκήσαντος.

Θεοτοκίον.

Χάριτος κρουνέ, ἁγνὴ ἀειπάρθενε, Θεογεννήτρια, βόρβορον ἀπόπλυνον, τῆς ῥαθυμίας, τῶν προσφευγόντων Σοι, καὶ ῥύπον ματαιότητος, εὐχῶν Σου νάμασι, πρὸς Υἱόν Σου, τὸν τοῦ κόσμου αἴροντα, ἁμαρτίαν Χριστὸν τὸν Φιλάνθρωπον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Προθύμως ἀναλώσασα, σαυτὴν τοῦ Ἱλαρίωνος, τῶν ἀναγκῶν θεραπείᾳ, ἡσυχαστοῦ τοῦ Μεγάλου, ἐν Πάφῳ τοῦ ἀσκήσαντος, ὁσίως εὐφημήσωμεν, Μητέρων μέγα κλέϊσμα, θεοειδῶν Κωνσταντίαν, ὡς προσφορᾶς ἐκμαγεῖον.

Θεοτοκίον.

Ἀφράστως τὴν κυήσασαν, ἐν πόλῳ τὸν ἀμήτορα, Λόγον Θεοῦ τοῦ Ὑψίστου, Θεογεννήτριαν Κόρην, χριστιανῶν ὡς καύχημα, καὶ γλυκασμὸν καὶ στήριγμα, πιστῶς ἀνευφημήσωμεν, ἐν κατανύξει βοῶντες· Χαῖρε ἡμῶν προστασία.

 

Αἶνοι. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Χαίροις, Κωνσταντία σέμνωμα, τῆς Ἐκκλησίας Χριστοῦ, γυναικῶν ἐγκαλλώπισμα, ἐναρέτου ἔκτυπον, πολιτείας καὶ σύνοικε, σοφίας θείας σὺν Ἱλαρίωνι, τῷ θεοσόφῳ, ἡ νῦν ἐν δώμασι, ἐπαπολαύουσα, τῆς μορφῆς τοῦ Κτίσαντος, καὶ Λυτρωτοῦ, τῶν βροτῶν συστήματος, κάλλους πανεύφημε.

 

Μῆτερ, Κωνσταντία πάντιμε, σῆς θυγατρὸς ἰατρῷ, καὶ συζύγου θεόφιλε, ταύτης Ἱλαρίωνι, τῷ σεπτῷ διηκόνησας, τῷ ἐν τῇ Πάφῳ, λαμπρῶς ἀσκήσαντι, καὶ τῷ Σωτῆρι, εὐαρεστήσαντι, πόνοις ἀσκήσεως, νυχθημέροις πρόβολε τῆς ἀρετῆς, ἀπαθείας δάκρυσι, καὶ θείοις σκάμμασι.

 

Χαίροις, ἡ παραμονάριος, τοῦ τάφου τοῦ θεαυγοῦς, ἀσκητοῦ Ἱλαρίωνος, Κωνσταντία πάνσεμνε, θείας χάριτος σκήνωμα· φρουρὸς γὰρ τάφου, αὐτοῦ ὑπάρχουσα, ἐξ ἀσθενείας, τοῦ θεραπεύσαντος, τὴν θυγατέρα σου, καὶ αὐτῆς τὸν σύζυγον μετὰ κλοπήν, τοῦ αὐτοῦ σκηνώματος, ἐκ τούτου ἔθανες.

 

ΟΣΙΑ ΚΩΝΣΤΑΝΤΙΑ ΠΑΦΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

Μνήμην, τὴν σεπτήν σου σήμερον, τῶν Παφηνῶν οἱ χοροί, Κωνσταντία γηθόμενοι, ἐκτελοῦντες κράζομεν, ὁλοθύμως ἱκέτευε, τὸν ζωοδότην, Χριστὸν ἀείποτε, Αὐτοῦ τὸ μέγα, καὶ θεῖον ἔλεος, πέμψαι τοῖς μέλπουσι, σοῦ τὰ κατορθώματα καὶ ἀρετήν, ἣν σαφῶς ἐπέδειξας, τοῖς εὐσεβόφροσι.

 

Δόξα. Ἦχος πλ. Α΄.

Τὴν μακαρίαν τῆς Πάφου διακόνισσαν, καὶ προστάτιν καὶ πολιοῦχον, ὡς κληρονόμον τῆς οὐρανίου Βασιλείας, καὶ Ἀγγέλων φωτομόρφων συνόμιλον, Κωνσταντίαν πανεύφημον ὑμνήσωμεν κράζοντες· ἡ σεαυτὴν δαπανήσασα τῇ τοῦ Ὁσίου Ἱλαρίωνος διακονίᾳ, καὶ σὺν αὐτῷ νῦν εὐφραινομένη ἐν πόλῳ δόξης, ἀξίωσον καὶ ἡμᾶς τοὺς ταπεινοὺς ὑμνηπόλους σου, τῆς δεξιᾶς μερίδος τυχεῖν τοῦ δικαιοκρίτου Κυρίου, ἐν τῇ φοβερᾷ Αὐτοῦ ἡμέρᾳ τῆς Κρίσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις Κωνσταντία θεοσεβές, Παφηνῶν προστάτις, Ἱλαρίωνι τῷ σεπτῷ, θυγατρὸς νοσούσης, αὐτῆς τῷ ἰατῆρι, ψυχῇ ἡ ὁλοθύμως, διακονήσασα.

 

akolouthiesorthodox.blogspot.com

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *