ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ – ΑΥΓΟΥΣΤΟΣ 22

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ ΚΒ΄

ΑΓΑΘΟΝΙΚΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου Ἀγαθονίκου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἀγαθονίκου τὴν μνήμην πανηγυρίσωμεν, τὸν ἀγαθὸν γὰρ οὗτος, ἀγαπήσας Δεσπότην, ἐνήθλησε νομίμως ὑπὲρ Αὐτοῦ, ἐνεγκὼν τὰ ἐπίπονα, καὶ δοξασθεῖς κατ’ ἀξίαν παρὰ Χριστοῦ, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

 

Τῆς εὐσεβείας ἐκλάμπων τοῖς κατορθώμασι, τῆς πίστεως τῷ λόγῳ, πρὸς ἐπίγνωσιν θείαν, Χριστοῦ τοῦ Ζωοδότου πλείστας ψυχάς, Ἀθλοφόρε ὡδήγησας, καὶ ἀριστεύσας ἀγῶσι μαρτυρικοῖς, θείᾳ δόξῃ τεθαυμάστωσαι.

 

Μαρτυρικῶς Ἀθλοφόρε ἀγωνιζόμενος, πεῖραν πολλῶν μαστίγων, καὶ κινδύνων ὑπέστης, καὶ ἐκ Νικομηδείας τυραννικῇ, ἀπαχθεὶς ἰταμότητι, ἐν Σηλυβρίᾳ ἐτμήθης τὴν κεφαλήν, Ἀγαθόνικε πολύαθλε.

 

Τῶν ἀγαθῶν κληρονόμος τῶν ὑπὲρ ἔννοιαν, γεγενημένος Μάρτυς, ἐκδυσώπει ἀπαύστως, μετὰ τῶν συμμαρτύρων σου τῶν στεῤῥῶν, Ἀθλητὰ Ἀγαθόνικε, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων τὴν ἱεράν, καὶ σεβάσμιόν σου ἄθλησιν.

 

Δόξα. Ἦχος β΄.

Τοῖς ἔργοις τοῦ φωτὸς λελαμπρυσμένος, τὸ φῶς τὸ ἀληθινὸν ὑπέδειξας, Χριστὸν τὸν Σωτῆρα, τοῖς ἐν σκότει τῆς πλάνης κειμένοις, Ἀγαθόνικε ἔνδοξε. Καὶ τὸ ὑπὲρ αὐτοῦ μαρτύριον, μεγαλοφρόνως δεξάμενος, περιφανῶς ἠνδραγάθησας, τῆς εὐσεβείας τοῖς σκάμμασι· διὸ ὁ ἀθλοθέτης σε Κύριος, οὐρανίαις δωρεαῖς ἐπλούτισε, καὶ ἀφθαρσίας στέφει ἔστειλεν. Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι’ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἤθλησας ἀνδρικῶς, καὶ ᾔσχυνας τὴν πλάνην, ἔργῳ καὶ λόγῳ Μάρτυς· διό σε ἀνυμνοῦμεν, παμμάκαρ Ἀγαθόνικε.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Νίκην περιφανῆ, κατὰ τῶν ἀντιπάλων, ἐγείρας Ἀθλοφόρε, νικητικοῖς βραβείοις, παρὰ Χριστοῦ τετίμησαι.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Ξίφει τὴν κεφαλήν, τμηθεὶς μεγαλομάρτυς, μεγάλων χαρισμάτων, θεόθεν ἠξιώθης, θεόφρον Ἀγαθόνικε.

 

Δόξα. Τριαδικόν.

Δόξης Τριαδικῆς, οὐσίας τῆς τριφώτου, τὴν ἔλλαμψιν κηρύξας, ὑπὲρ αὐτῆς παμμάκαρ, τὸ αἷμά σου ἐξέχεας.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἤρθης πρὸς οὐρανόν, Παρθένε μετὰ δόξης, καὶ ἔλεος καὶ χάριν, παρέχεις τοῖς αἰνοῦσι, τὴν θείαν Σου μετάστασιν.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ἁγίου Ἀγαθονίκου. Ἦχος γ’ . Θείας πίστεως.

Νίκης τρόπαιον, κατὰ τῆς πλάνης, Ἀγαθόνικε, λαμπρὸν ἐγείρας, τῶν ἀφθάρτων ἀγαθῶν κατηξίωσαι, τοῦ γὰρ Δεσπότου ζηλώσας τὸν θάνατον, τῆς ἀθανάτου ζωῆς ὤφθης μέτοχος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ΄. Ἦχος δ΄. Ἔδωκας σημείωσιν·

Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

 

Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

 

Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ γ’ τοῦ Ἁγίου Ἀγαθονίκου. Ὅμοια.

Πρώτην ἀγαθότητα, καὶ ὑπὲρ νοῦν ὡραιότητα, ἐκζητῶν Ἀγαθόνικε, χαίρων προσεχώρησας, πρὸς τοὺς προκειμένους, γενναίους ἀγῶνας, καὶ συμπλακεὶς τῷ δυσμενεῖ, ἀνδρειοτάτως εἰς γῆν κατέῤῥαξας, καὶ νίκης τὸ φαιδρότατον, προσανεπλέξω διάδημα, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Σοφίᾳ κοσμούμενος, λόγον ζωήῤῥυτον ἔβλυσας, ἐπιστρέφων τοὺς ἄφρονας, ἐλέγχων τὸν τύραννον, τῆς πολυθεΐας, ζάλην κατευνάζων, ἐπιστηρίζων τοὺς πιστούς, προσεπιμένειν τῇ θείᾳ χάριτι· διὸ τὰ χαλεπώτατα, ὑπενεγκὼν πειρατήρια, πρὸς τὰ ἄνω Βασίλεια, στεφηφόρος ἀνέδραμες.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ –

Αἵματι σταζόμενος, τῆς καρτερᾶς σου ἀθλήσεως, τῷ Δεσπότῃ παρέστηκας, θῦμα εὐωδέστατον, καθαρὰ θυσία, εὐπρόσδεκτον δῶρον, ἱερωτάτη προσφορά, καὶ ἱερεῖον τέλειον ἄμωμον· διὸ ταῖς ἱκεσίαις σου, τῆς Ἐκκλησίας τὸ πλήρωμα, ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ Ἀγαθόνικε.

 

Δόξα. Ἦχος α’.

Φερωνύμως ἐκλήθης, τῆς ἀγαθῆς νίκης ἐπώνυμος, Ἀγαθόνικε πολύαθλε. Τῷ γὰρ θείῳ ἔρωτι τρωθείς, εἰδωλικὴν ἀπάτην, καὶ τυραννικὴν πλάνην ἀπαρνησάμενος, πρὸς ζωὴν τὴν ἀμείνω παραδόξως μεταβέβηκας· διὸ ἐν τῇ ἐνδόξῳ σου μνήμῃ, παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ’ αὐτῇ μυστήριον· ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι· διόπερ πάντοθεν θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9-14).

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.

Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.

Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

  Μεγάλη Τρίτη: Ποια ήταν η Κασσιανή και ποια η αμαρτωλή γυναίκα των τροπαρίων

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Φερωνυμίᾳ σεμνυνόμενος, τοῖς πράγμασιν ἐπλήρωσας, τὸ τυπωθέν σοι τῇ κλήσει. Τὸν ἀγαθὸν γὰρ Δεσπότην, ἀγαπήσας ἀπὸ ψυχῆς, Τούτῳ ἠκολούθησας, Ἀγαθόνικε Μάρτυς. Καὶ ἐν τῷ βίῳ θεόληπτος φανείς, καὶ ἐν ἀθλήσει ἀριστεύσας εὐκλεῶς, τῆς ἀγαθῆς νίκης τὸ στέφος εἴληφας. Καὶ τῶν ἀϊδίων ἀγαθῶν κληρονόμος γεγονώς, σὺν τοῖς συνάθλοις Σου κράζεις· Κύριε δόξα Σοι.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Ἦχος β΄.

Τοῦ φωτὸς ἐνδεδυμένος τὰ ὅπλα, τὸν τοῦ σκότους ἐτροπώσω ἄρχοντα, Ἀθλητὰ Ἀγαθόνικε. Καὶ τοὺς ὑπ’ αὐτοῦ δεδουλωμένους, τῇ τοῦ Χριστοῦ ἐλευθερίᾳ προσήγαγες, ἀποστολικῷ σου λόγῳ. Θεία γὰρ χάρις ἐκκέχυται, τοῖς χείλεσί σου Μάρτυς, καὶ τὴν ὁδὸν τῆς σωτηρίας ὑπέδειξας, τοῖς ἐν τρίβοις τῆς ἀπωλείας. Καὶ ἀθλῶν γενναιοφρόνως τῷ ἐνδυναμοῦντί σε Χριστῷ ἐβόας· Κύριε δόξα Σοι.

 

Ἦχος γ΄.

Τοῦ μαρτυρίου διανύων τὴν ὁδόν, ἐν πλατυσμῷ θείας ἀγάπης, τὰς τοῦ ἐχθροῦ ἀπεστένωσας, σκολιὰς πορείας Ἅγιε· ἐκ Νικομηδείας γὰρ δεσμώτης ἀπαχθείς, τυραννικῇ μανίᾳ, πλείστους τόπους καθηγίασας, μακραῖς πορείαις ὑποβαλλόμενος, καὶ κινδύνοις καὶ θλίψεσιν ὁμιλῶν ὅθεν ὡς μύρον εὔοσμον, καὶ δρόσον οὐράνιον, τὸ χυθὲν αἷμά σου, ἡ Σηλυβρία ἐδέξατο, τῷ σὲ δοξάσαντι Χριστῷ βοῶσα· Κύριε δόξα Σοι.

 

Δόξα. Ἦχος δ΄.

Τὸν ἐν ἀθλήσει περιφανῇ, καὶ ἐν εὐσεβείᾳ θεόσοφον, Ἀγαθόνικον τὸν μέγαν, φιλομαρτύρων οἱ δῆμοι τιμήσωμεν. Σοφίᾳ γὰρ κατηγλαϊσμένος, καταλλήλως διέπρεψε. Καὶ τὸν ἀθλητικὸν ἀγῶνα, καλῶς ἀγωνισάμενος, τὸ τῆς νίκης γέρας παρὰ Χριστοῦ ἐδέξατο, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ ἀπειρόγαμε.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἀθλητὴς τοῦ Χριστοῦ, ὁ ἀριστεύσας τῷ τῆς πίστεως σκάμματι, καὶ πάσας καταπαλαίσας, τὰς παρατάξεις ἐχθροῦ συμμαχίᾳ θείᾳ Ἀγαθόνικε· ἀγάπῃ τῇ θείᾳ γάρ, πτερωθεὶς τὴν διάνοιαν, στεῤῥῶς παρεῖδες, τῆς σαρκὸς τὰ ἐπίπονα, ἀρνησάμενος σεαυτὸν νοΐ κρείττονι· ὅθεν λαμπρῶς δεδόξασαι, ὡς Μάρτυς ἀήττητος, καὶ ἀγαθῶν αἰωνίων, θεουργικῶς κατηξίωσαι, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Αἴγλῃ, καταυγασθεὶς θεϊκῇ, λόγον σοφίας ἐκ χειλών σου ἔβλυσας, ὥς ἴαμα σωτηρίας, καὶ τῷ φωτὶ τοῦ Χριστοῦ, πλείστους Ἀθλοφόρε καθωδήγησας· μεθ’ ὧν καὶ ἠγώνισαι, τὸν ἀγῶνα τὸν κάλλιστον, τύπον ἀνδρείας, ἐν ἀθλήσει γενόμενος, τούτων ἔνδοξε, εὐψυχίᾳ καὶ χάριτι· ὅθεν τὸν ἀμαράντινον, δεξάμενος στέφανον, σὺν τούτοις πρέσβευε Μάρτυς, τὸν ὑπεράγαθον Κύριον, ὑπὲρ τῶν τιμώντων, Ἀγαθόνικε θεόφρον, τὰς ἀριστείας σου.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, τῶν Ἀθλητῶν ὁ χορός, λελαμπρυσμένον θεοσύλλεκτον ἄθροισμα, παράταξις οὐρανία, παρεμβολὴ ἱερά, εὐκλεεῖς ὁπλῖται τοῦ παντάνακτος, σοφὲ Ἀγαθόνικε, Ἀθλοφόρων ἀγλάϊσμα, σὺν τῷ πριγκίπῳ, τῷ τὴν πλάνην αἰσχύναντι, Ζωτικὲ κλεινέ, ζωῆς θείας συμμέτοχε, Ζήνων καὶ Σεβηριανέ, Ἀκίνδυνε ἔνδοξε, καὶ Θεοπρέπιε μάκαρ, τῆς Ἐκκλησίας οἱ πρόβολοι· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Δόξα. Ἦχος πλ. δ’.

Φερωνύμως τὴν κλῆσιν δεξάμενος, τῶν ἀγαθῶν θησαυρῶν, ναὸν σεαυτὸν καθιέρωσας, Μάρτυς Ἀγαθόνικε, τῷ τῶν ἁπάντων Βασιλεῖ. Καὶ ἐν βασάνοις νομίμως ἀγωνισάμενος, τοῦ δεινοῦ Βελίαρ καθεῖλες τὴν δύναμιν. Καὶ νίκης ἄρας τρόπαιον, στεφανηφόρος ἐν ὑψίστοις Θεῷ. ᾯ καὶ πρεσβεύων μὴ ἐλλείπῃς ὑπὲρ τῶν σὲ γεραιρόντων, Μαρτύρων ἐγκαλλώπισμα.

 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιϊπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ἁγίου Ἀγαθονίκου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν Σωτῆρα κηρύξας Ἀγαθόνικε ἔνδοξε, ἤθλησας νομίμως θεόφρον, καὶ τὴν πλάνην κατήσχυνας· ἐντεύθεν οὐρανίων ἀγαθῶν, ἐγένου Ἀθλοφόρε κοινωνός, πᾶσαν δόσιν ἐξαιτούμενος ἀγαθὴν τοῖς πίστει ἐκβοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Ἕτερον. Ἦχος γ’ . Θείας πίστεως.

Νίκης τρόπαιον, κατὰ τῆς πλάνης, Ἀγαθόνικε, λαμπρὸν ἐγείρας, τῶν ἀφθάρτων ἀγαθῶν κατηξίωσαι, τοῦ γὰρ Δεσπότου ζηλώσας τὸν θάνατον, τῆς ἀθανάτου ζωῆς ὤφθης μέτοχος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α’

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα Ἦχος α᾿. Τὸν τάφον Σου Σωτήρ

Ὡς ἄστρον φαεινόν, Ἀγαθόνικε Μάρτυς, ἐν μέσῳ τῶν σὺν σοί, ἀθλησάντων Μαρτύρων, ἐξέλαμψας Ἅγιε, εὐσεβείας παλαίσμασι· μεθ’ ὧν πρέσβευε, τῇ Παναγία Τριάδι, δοῦναι ἄφεσιν, ἡμῖν τοῖς πόθῳ τελοῦσι, τὴν πάμφωτον μνήμην σου.

Δόξα… Καὶ νῦν… Τῆς Ἑορτῆς.

Χριστοῦ ὁ λογικός, καὶ ὑπέρλαμπρος θρόνος, ἐκ γῆς πρὸς οὐρανόν, μετετέθη ἐν δόξῃ, ἡ μόνη Μητροπάρθενος, καὶ τῶν ὅλων Βασίλισσα· ἧς τὴν κοίμησιν, τὴν φωτοφόρον καὶ θείαν, ἀνυμνήσωμεν, χαῖρε αὐτῇ ἐκβοῶντες, πανάχραντε Δέσποινα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα Ἦχος γ΄. Τὴν ὡραιότητα.

Λόγῳ τῆς χάριτος, ἐκλάμπων ἔνδοξε, τῆς πίστεως, λαμπρῶς διέπρεψας, καὶ κατεπάλαισας στεῤῥῶς, τὸν ἄρχοντα τῆς κακίας· σὺ γὰρ μαστιζόμενος, καὶ δεσμώτης ἐκ πόλεως, εἰς πόλιν συρόμενος, τοῖς δεσμοῖς σου ἐδέσμευσας, ἐχθροῦ τὰς χαλεπὰς ἐπινοίας, καὶ νίκης ἐδέξω τὰ βραβεῖα.

Δόξα… Καὶ νῦν… Τῆς Ἑορτῆς.

Τὴν Σὴν Μετάστασιν, Παρθένε ἄχραντε, Ἀγγέλων τάγματα, λαμπρῶς δοξάζουσι, τῶν Ἀποστόλων δὲ πληθύς, δυνάμει τῇ τοῦ Υἱοῦ Σου, ἐκ περάτων ἔδραμον, παραδόξως πανύμνητε, καὶ τὸ Σὸν ἀκήρατον, περιέστειλαν σκήνωμα, βοῶντες τὴν φωνὴν τοῦ Ἀγγέλου· Χαῖρε ἡ κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Δ΄. Τὸ προσταχθέν.

Τὴν ἀγαθὴν ἐν Χριστῷ ἀνατροφήν σου, πεπληρωμένην ἀγαθῶν καρπῶν παμμάκαρ, μαρτυρίου ἐκόσμησας ταῖς ἀνδραγαθίαις· ἐντεῦθεν ὡς ὁλοκάρπωμα λογικόν, προσήχθης τῷ Ἀθλοθέτῃ ξίφει τμηθείς, Ἀγαθόνικε ἔνδοξε· Ὃν καθικέτευε ἀεί, μετὰ τῶν συμμαρτύρων, ὑπὲρ τῶν εὐφημούντων σε.

Δόξα… Καὶ νῦν… Τῆς Ἑορτῆς.

Ἀπὸ τῆς γῆς μεταστᾶσα μετὰ δόξης, πρὸς τὴν ζωὴν τὴν ἀκατάλυτον καὶ θείαν, ὡς ζωῆς θησαυρὸς τῆς ἐνυποστάτου, παρέστης ὥσπερ Βασίλισσα τοῦ παντός, Παρθένε λελαμπρυσμένη ἐκ δεξιῶν, τοῦ ἐκ Σοῦ ἀναλάμψαντος, χάριν παρέχουσα τὴν Σήν, τοῖς πόθῳ ἐκβοῶσί Σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τῆς νίκης ἐπώνυμος, Ἀθλητὰ γενόμενος, νικητὴς τροπαιοφόρος ἀπεφάνθης, ἐν τῷ καλῷ τῆς πίστεως ἀγῶνι, τῇ ἄνωθεν ῥοπῇ· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατηγωνίσω, καὶ τῶν τῆς σαρκὸς περιεγένου πόνων, καὶ νικηφόρος πρὸς Χριστὸν ἀναδραμών, ἱκέτευε δεόμεθα, Ἀγαθόνικε Μάρτυς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν πρῶτος τῆς Ἐορτῆς, οὗ ἡ Ἀκροστιχίς: Πανηγυριζέτωσαν οἱ θεόφρονες. Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α’ Ἦχος α’ Ὁ Εἱρμός

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

  Νεκτάριος: Ο Άγιος της αγάπης της στοργής και της συγχώρησης

Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συῤῥεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ’ ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν Ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου, οὗ ἡ Ἀκροστιχίς: Ἀγαθονίκου τοὺς πόνους μέλπειν θέμις. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος α’ ᾨδὴν ἐπινίκιον

Ἀγάθυνον Ἅγιε κεκακωμένην, ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής, καὶ λόγον δίδου τὴν σεπτήν, δοξάσαι μνήμην σου.

Γνωστὸς τῷ γινώσκοντι τὰ πάντα Μάρτυς, ἐγένου θεόπνευστε, καὶ τὴν τούτου σάρκωσιν, ἐθνῶν ἐνώπιον, ἐκήρυξας τὸν τῆς σαρκός, μὴ πτήξας θάνατον.

Ἀνέστησας λόγῳ σου τοὺς πεπτωκότας, καὶ τῆς Ἀναστάσεως, κοινωνοὺς ἀνέδειξας, καὶ τῆς λαμπρότητος, τῆς αἰωνίου εὐσεβῶς, Μάρτυς πολύαθλε.

Θεοτοκίον

Θαυμάτων ἐπέκεινα τὸ μέγα θαῦμα, σεμνὴ τῆς λοχείας σου, καθορᾶται· τίκτεις γάρ, ἐν ὁμοιώματι σαρκὸς γενόμενον Χριστόν, δίχα τροπῆς καὶ φυρμοῦ.

ᾨδὴ γ’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

Γυναῖκά σε θνητήν, ἀλλ’ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.

Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σὰρξ ἐχρημάτισε.

 

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Στερεωθήτω ἡ καρδία μου

Ὁ ματαιόφρων ταῖς θωπείαις σε, δολερῶς συλῆσαι ἐπήλπιζεν· ἐματαιώθη δὲ αὐτοῦ, τὸ ἀλλόκοτον φρόνημα, ἡδρασμένου σου ἐν πέτρᾳ, ἀψευδοῦς Μάρτυς πίστεως.

Ὑπερνηξάμενος τὸ πέλαγος, ἀλγεινῶν καὶ πόνων τοῦ σώματος, τῇ κυβερνήσει τοῦ Χριστοῦ, ἀθλητὰ Ἀγαθόνικε, προσωρμίσθης πρὸς λιμένας, νοητοὺς ἀγαλλόμενος.

Τομαὶ στρεβλώσεις τε τοῦ σώματος, ἐπ’ ἐμὲ ἐρχέσθωσαν σήμερον, ξίφη καὶ τήγανα καὶ πῦρ, καὶ θηρία καὶ θάνατον· οὐ πτοοῦμαι ἀνεβόας, ἀθλητὰ Ἀγαθόνικε.

Θεοτοκίον

Ὁ κατὰ φύσιν ἀπερίγραπτος, μορφωθεὶς ἐκ σοῦ τὸ ἡμέτερον, περιγραφὴν σωματικῶς, ὑπεδέξατο Δέσποινα, ἐν οὐσίαις καὶ θελήσεσι, διτταῖς γνωριζόμενος.

Κάθισμα τοῦ Ἁγίου Ἀγαθονίκου Ἦχος α’ Τὸν τάφον σου Σωτήρ

Ἀθλήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν καμίνῳ, ἐξήστραψας σοφέ, ἰαμάτων ἀκτῖνας, καὶ σκότος ἐμείωσας, τῶν δαιμόνων ἐν χάριτι· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, θεομακάριστε μάρτυς, ἀθλητὰ Ἀγαθόνικε.

Δόξα… Καὶ νῦν … Τῆς Ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ

Ἀναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ Βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες, καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.

 

ᾨδὴ δ’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἴδετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος.

Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄῤῥευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον.

Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

 

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Ἐν Πνεύματι προβλέπων

Ὑπῆλθες τῶν Μαρτύρων, τὸ στάδιον σοφέ, ὅπλῳ θείας πίστεως, λαμπρῶς περιφραχθείς, περιπλακεὶς δέ, τῷ δυσμενεῖ κατὰ κράτος, τοῦτον νικήσας, καθυπέταξας ποσί σου, Μάρτυς ἀθλητὰ Ἀγαθόνικε.

Σοφίᾳ σου τῶν λόγων, καὶ ἔργων ἱερῶν, θείαις ἐπιδείξεσιν, ἐξέπληξας ἐχθρούς, ὑπολαβόντας τὸ καρτερὸν τοῦ νοός σου, καταπαλαῖσαι, καὶ πρὸς πλάνην καθελκύσαι, Μάρτυς τοῦ Χριστοῦ Ἀγαθόνικε.

Πυρὶ ὁλοκαυτώσας, ἀγάπης θεϊκῆς, σοῦ τὸν νοῦν ἀοίδιμε, τὸ πῦρ τῶν δυσσεβῶν, οὐκ ἑπτοήθης, ἀλλ’ ἀνάψας ὡς ἄνθραξ, τῆς ἀθεΐας, ἐνεπύρισας τὴν ὕλην, Μάρτυς ἱερὲ Ἀγαθόνικε.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Θεοτοκίον

Ὁ νώτοις ἐπιβαίνων, Ἁγνὴ χερουβικοῖς, σαρκωθεὶς ὡς ἄνθρωπος, ἐκ σοῦ θεοπρεπῶς, σοῦ ταῖς ἀγκάλαις καθέζεται, ὥσπερ βρέφος, καὶ νηπιάζει, νηπιόφρονα τὸν πάλαι, σῴζων γεγονότα πρωτόπλαστον.

ᾨδὴ ε’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ’ ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος.

Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.

 

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Τὸ φαεινὸν ἡμῖν

Νόμοις ἀντέθηκας τοῦ ἀλάστορος, νόμον σωτήριον, ἐννομώτατος ὡς Μάρτυς ἔνδοξε, τοῦ νομοδότου πάντων καὶ δεσπόζοντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ὁ περιβόητος καὶ περίδοξος, Μάρτυς γενόμενος, Ἀγαθόνικος νῦν μακαρίζεται, σὺν οὐρανίαις πάντοτε Δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος.

Ὑπὲρ τὸ ζῆν θανεῖν εἵλου ἔνδοξε, ὅπως τὴν μέλλουσαν, ὡς ἀΐδιον καὶ αἰωνίζουσαν ζωὴν κερδήσῃς· ὅθεν ξίφει τέμνοντι, κλίνεις τὸν αὐχένα σου.

Θεοτοκίον

Σοῦ τὰ θαυμάσια προορώμενος, θείῳ ἐν Πνεύματι, Ἡσαΐας ἀνεκραύγαζεν· Ἰδοὺ ἐν μήτρᾳ ἕξεις τὸν ἀχώρητον, σαρκούμενον Ἄχραντε.

ᾨδὴ ς’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινής ἐβόα· Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφύλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος.

Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.

 

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Τὸν Προφήτην Ἰωνᾶν

Μυριόλεκτον πληθύν, Αἰθιόπων νοητῶν, κατεπάλαισας σοφέ, ἀσθενείᾳ τῆς σαρκός, καὶ ἥνωσαι, ταῖς μυριάσι, τῶν νοερῶν λειτουργῶν.

Ἐπορεύθης ἀνδρικῶς, μαρτυρίου τὴν ὁδόν, καὶ ἐστένωσας ὁδούς, τῆς κακίας ἀθλητά, καὶ ἔφθασας τὰς εὐρυχώρους, σκηνώσεις τῶν οὐρανίων νοῶν.

Λαμπρυνθεὶς ὥσπερ χρυσός, τῇ χωνείᾳ τῶν δεινῶν, παθημάτων τοῦ Χριστοῦ, Ἀγαθόνικε σοφέ, ἐκσφράγισμα ἐδείχθης, θείοις ἀποτεθεὶς θησαυροῖς.

Θεοτοκίον

Παρθενεύεις ὡς τὸ πρίν, καὶ τεκοῦσα τὸν Χριστόν, γαλουχεῖς πᾶσι τροφήν, τὸν παρέχοντα Ἁγνή, παράδοξον, σεμνὴ τὸ θαῦμα καὶ ἀκατάληπτον.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Κοντάκιον τῆς Ἑορτῆς Ἦχος πλ. β’ Αὐτόμελον

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Κοντάκιον τοῦ Ἁγίου Ἀγαθονίκου Ἦχος α’ Χορὸς ἀγγελικός

Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.

Ὁ Οἶκος.

Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν, τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τοὺς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. Πῶς πανταχόθεν περιεσκόπεις, οἷάπερ ποιμὴν Μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων, ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παῤῥησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.

  Άγιος Ιωάννης ο Πρόδρομος και Βαπτιστής

 

Συναξάριον.

Τῇ ΚΒ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου, καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ, Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης, καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἀριάδνης τῆς βασιλίσσης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῆς τιμίας κάρας τοῦ Ὁσίου Συμεὼν τοῦ μονοχίτωνος καὶ ἀνυποδήτου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

ᾨδὴ ζ’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ’ ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Τοὺς ἐν καμίνῳ Παῖδάς σου

Ἐπουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῇ παραδραμών, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας ἔνδοξε· ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς.

Ἰχνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοῖς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις Μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ.

Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι’ ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες Μάρτυς σοφέ.

Θεοτοκίον

Θεὸς ἐκ σοῦ ἐγένετο βροτός, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν, καὶ κοινωνοὺς φύσεως θείας ἐκτελέσας, τοὺς σὲ μακαρίζοντας, ἐν γυναιξὶν ἀληθῶς, εὐλογημένη Ἁγνή.

ᾨδὴ η’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παῤῥησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὕς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Ὃν φρίττουσιν Ἄγγελοι

Ἐκ τόπου συρόμενος, εἰς τόπον ἀθλητά, τὴν γῆν καθηγίασας, τοῖς βήμασι τοῖς σοῖς, καὶ κλίνας αὐχένα ξίφει τέμνοντι σαρκὸς διεζεύχθης, καὶ τῷ Θεῷ ἡνώθης.

Μαστίγων παντοίων τε, βασάνων τῆς σαρκός, ἠλόγησας ἔρωτι, φλεγόμενος Θεοῦ, καὶ χαίρων συνήφθης τὸν ἀγῶνα καλῶς, τὸν σὸν ἐκτελέσας, ταῖς ἄνω μυριάσιν.

Ἰσχὺς καταβέβληται, ἀσάρκου δυσμενοῦς· σαρκὸς ἀσθενεία γάρ, οἱ Μάρτυρες Χριστοῦ, ἐτρέψαντο τοῦ τὸν δυναμούμενοι, τῇ παντοδυνάμῳ, ἰσχύϊ τοῦ Δεσπότου.

Θεοτοκίον

Σκηνήν σε καὶ τράπεζαν, καὶ θείαν κιβωτόν, καὶ στάμνον χωρήσασαν, τὸ μάννα τῆς ζωῆς, καὶ ἅγιον ὄρος ὀνομάζομεν, Παρθένε Μαρία, ἀεὶ εὐλογημένη.

ᾨδὴ θ’, τῆς Ἐορτῆς Ὁ Εἱρμός

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΓΑΘΟΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ

Τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου Τὴν φωτοφόρον νεφέλην

Ἱερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τῇ Τριάδι, στεφηφόρος, νῦν παρίστασαι φαιδρῶς.

Ὡς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις Μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σε δόξης, Ἀθλοφόρε, ἐκτελέσας κοινωνόν.

Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ.

Ἡ παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νῦν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε Μάρτυς, ἐν ᾗ δεόμεθα τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, Ἀγαθόνικε πόθῳ, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.

Θεοτοκίον

Φιλαμαρτήμονα γνώμην, καὶ ἀδιόρθωτον βίον, καὶ πλημμελήσασαν ψυχήν, καὶ καρδίαν ῥυπῶσαν, ἔχων ὁ ἄσωτος ἐγώ, προσπίπτω σοι Δέσποινα, βοήθει μοι, καὶ διόρθωσιν δίδου, πρίν με φθάσῃ, τοῦ θανάτου ἡ τομή.

Ἐξαποστειλάριον τοῦ Ἁγίου Ἀγαθονίκου Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις

Μαρτυρικῶς ἀθλήσας, τρόπαιον νίκης θαυμαστόν, κατὰ τῆς πλάνης ἐγείρας, δεδόξασαι περιφανῶς, ὦ Ἀγαθόνικε Μάρτυς, τῶν εὐσεβούντων προστάτα.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ὅμοιον.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, τρόπων ἀγαθότητι, καὶ εὐσεβείας ταῖς χάρισι, κατακοσμούμενος, μαρτυρίου ἄθλους, πλέον ὑπερέλαμψας, καὶ χαίρων σου τὸ αἷμα ἐξέχεας, ὑπὲρ τοῦ Κτίστου σου, Ἀγαθόνικε πολύαθλε· διὰ τοῦτο, ἀξίως δεδόξασαι.

 

Δεσμώτης ἀχθεὶς τυραννικῇ, ψήφῳ ἐκ τῆς πόλεως, Νικομηδείας πανεύφημε, πλείστους ἡγίασας, τόπους οὓς διῆλθες, ἀπηνῶς συρόμενος, καὶ μάστιξι καὶ πόνοις θλιβόμενος, ἐν Σηλυβρίᾳ δε, ἐκτελέσας τὸν ἀγῶνά σου, οὐρανίων ἀγαθῶν ἠξίωσαι.

Τῷ λόγῳ τῆς πίστεως σοφέ, Μάρτυς Ἀγαθόνικε, τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν, ὄντως ἐτράνωσας, τοῦ Εὐαγγελίου, καὶ στεῤῥοῖς παλαίσμασι, μὴ φείδεσθαι τοῦ σώματος ἔπεισας, τοὺς συναθλοῦντάς σοι· μεθ’ ὧν πρέσβευε δεόμεθα, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.

Χορὸς ἀθλητῶν θεοειδής, ὤφθητε μακάριοι, ὑπὲρ Χριστοῦ ἐναθλήσαντες, τὸν Ἀγαθόνικον, ἔχοντες ἐν μέσῳ, ὥσπερ ἄστρον πάμφωτον, Ἀκίνδυνε καὶ Ζήνων καὶ Ζωτικὲ καὶ Θεοπρέπιε, Σεβηριανὲ θεόληπτε, σὺν πριγκίπῳ· διὸ ὑμᾶς μέλπομεν.

 

Δόξα. Ἦχος πλ. Α΄.

Ἀθλητικοῖς παλαίσμασι, τῆς ἀληθείας τὴν ὁμολογίαν, ἣν καλῶς διήγαγες, ἐπεσφράγισας Μάρτυς. Τὴν ἐν σοὶ γὰρ λαμπρότητα, καὶ τῆς εὐσεβείας τὸν πλοῦτον, πόνοις πλείστοις δοκιμασθείς, τῇ τῶν ἐπάθλων δωρεᾷ, πᾶσιν ὑπέδειξας. Καὶ τῷ οἰκείῳ θανάτῳ, τῶν παθῶν τοῦ Χριστοῦ σύμμορφος γενόμενος, τῆς ἀθανάτου ζωῆς ἠξίωσας, καὶ τῆς ἀϊδίου μετέχεις δόξης. Ἀλλ’ ὦ Ἀγαθόνικε ἔνδοξε, σὺν τοῖς συνάθλοις σου, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν… Τῆς Ἑορτῆς.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις Ἀγαθόνικε Ἀθλητά, ὁ Χριστὸν δοξάσας, δι’ ἀγώνων ἀθλητικῶν· χαίροις Ἀθλοφόρων, τῶν σὺν σοὶ ἀθλησάντων, ὑπογραμμὸς καὶ τύπος καὶ ἐγκαλλώπισμα.

 

akolouthiesorthodox.blogspot.com

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *