Τρείς Περιστατικές Ευχές για την Φοβία

 

Τρείς Περιστατικές Ευχές για την Φοβία

Τρείς Περιστατικές Ευχές για την Φοβία

 

Μητροπολίτου Εδέσσης Ιωήλ Φραγκάκου

 

Τρείς Περιστατικές Ευχές για την Φοβία

 

ΕΥΧΗ ΕΙΣ ΠΑΝ ΕΙΔΟΣ ΦΟΒΙΑΣ
ΚΑΙ ΠΑΡΑΛΟΓΟΥ ΣΥΝΤΡΙΜΜΟΥ

Τοῦ Κυρίου δεηθώμεν.

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐλθὼν ἐν τῷ κόσμῳ, ἵνα λύσης τὰ ἔργα τοῦ σκότους τῶν ἀνθρωποκτόνων δαιμόνων καὶ ὁδοποιήσης πάση σαρκὶ τὴν σωτηρίαν, ὁ κλίνας οὐρανοὺς καὶ τὴν ἀνθρωπείαν προσλαβόμενος φύσιν, ἵνα τὰ ἐλλείποντα ἀναπληρώσης καὶ θεραπεύσης τὰ ἀσθενῆ,

ὁ διακρατῶν ἐν τῇ χειρί Σου τὰ σύμπαντα καὶ τρέφων μετ’ ἐπιστήμης τὰ ὄντα, ὁ στήσας τὴν κατήφειαν τῆς ζωῆς ἡμῶν, ὁ διὰ τῆς Σῆς παρουσίας ἰάσας τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ τὰ λυπηρὰ παύσας καὶ τῶν φαιδρῶν γενόμενος ἡ ἀρχή, πρόσδεξαι τὴν δέησιν ἡμῶν καὶ ἴασαι τῇ κραταιᾷ δυνάμει Σου τὸ τῆς φοβίας πάθος τοῦ δούλου Σου (τοῦδε) καὶ δὸς αὐτῷ τῆς χάριτος τῆς Σῆς τὴν χαρὰν καὶ ἀγαλλίασιν, εἰρήνην τὴν πάντα νοῦν ὐπερέχουσαν, σῶφρονα λογισμὸν καὶ καρδίαν νήφουσαν, φόβον ἀγαθὸν εἰς τὸ είδέναι τὰς ἐντολὰς Σου, ἄνεσιν βίου καὶ πλατυσμὸν τῆς ψυχής.

Διασκέδασον αὐτοῦ τοῦς ἀτόπους λογισμούς, νοήματα ἀκαίρου θανάτου, ὐπόνοιαν νοσηρὰν ἀνυποστάτων κινδύνων, γνώμην τὴν ἀπέλπιδα πρὸς ἔργα ἀγαθὰ καὶ Σοὶ εὐάρεστα, ὔπνον ταραχώδη καὶ φαντασμάτων πονηρῶν γέμοντα, ἰνδάλματα τῆς τοῦ εχθροῦ μαγγανείας, λύπην πρὸς αὐτοχειρίαν ὁδηγοῦσαν, μὴ κατὰ Θεὸν μονήρη βίον, ὀρμὰς ἀτάκτους καὶ ἐπαναστάσεις νοός, ἐπήρειαν δαιμονικὴν ἄλγη έπιφέρουσαν τοῖς ἀνθρῶποις ποικίλα καὶ πᾶσαν ἐπιβουλὴν κατ’ αὐτοῦ ὀρατήν τε καὶ ἀόρατον τὴν ἐκ τῆς φοβίας προερχομένην τοῦ δούλου Σου τούτου.

Σὺ γὰρ εἶ ὁ λύσας τῶν Μυροφόρων τὸν φόβον, ὁ θαρσύνας τὸν ἐπὶ τῆς κλίνης παραλυτικόν, ὁ ἐπιδείξας εὐσπλαγχνίαν ἐπὶ τὴν χήραν τῆς Ναΐν, ὁ θανάτῳ θάνατον πατήσας, ὁ τῶν ἀγωνιζομένων ἔτοιμος βοηθός, ὁ εἰπὼν ὄτι μεθ’ ἡμῶν ἔσει πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ὁ σκεδάσας πᾶσαν ἀῤῥωστίαν τῶν βροτῶν καὶ καταργήσας τὸ κράτος τοῦ ἐχθροῦ καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῶ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

  Έτσι θα μας φυλάξει η Παναγία στην πείνα!Να η ατράνταχτη απόδειξη

 

 

ΕΥΧΗ ΕΤΕΡΑ
ΔΙΑ ΒΡΕΦΗ ΠΑΙΔΙΑ ΚΑΙ ΜΕΙΡΑΚΙΣΚΟΥΣ ΜΗ ΕΧΟΝΤΑΣ ΥΠΝΟΝ ΓΑΛΗΝΙΟΝ ΑΛΛ’ ΕΚΤΑΡΑΣΣΟΜΕΝΟΝ ΥΠΟ ΦΟΒΙΩΝ ΚΑΙ ΟΝΕΙΡΩΝ ΑΠΑΤΗΛΩΝ ΚΑΙ ΕΠΗΡΕΙΑΣ ΔΑΙΜΟΝΩΝ

Τοῦ Κυρίου δεηθώμεν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τῶν παίδων φύλαξ καὶ χορηγὸς αὐτοὶς τῶν πρὸς αὔξησιν καὶ τελειοποίησιν ἀγαθῶν, ὁ τὰ βρέφη καὶ τὰ παιδία ἐναγκαλισάμενος μετὰ πατρικῆς ἀγάπης καὶ τιθεὶς ἐπ’ αὐτὰ τὰς ἀχράντους Σου χεῖρας, ὁ μὴ κωλύων ἔλθειν πρὸς σὲ τοὺς μειρακίσκους, ὁ τὴν ὤραν τῆς ἡλικίας αὐτῶν ὡς τέλειος ἄνθρωπος διελθών, ὁ καταθαμβώσας δωδεκαετὴς ὧν ἐν τῷ Ἱερῷ τοὺς σοφοὺς διδασκάλους, ὁ ἰατρὸς καὶ θεραπευτὴς πάσης ἀσθενείας, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, τὸ θάρσος τῶν δεδοικότων τὴν ένέργειαν τοῦ διαβόλου, ἡ χαρὰ τῶν νέων, ὁ διασκεδάζων πᾶσαν βουλὴν καὶ ἐπήρειαν τοῦ ἀντικειμένου, ἐπάκουσον ἡμῶν τῶν πρὸς Σὲ δεομένων καὶ δὸς τῷ παιδίῳ τούτω ὔπνον εἰρηνικὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Ἀποδίωξον ἀπ’ αὐτοῦ πάντα τῶν πονηρῶν πνευμάτων τάραχον.

Διασκέδασον πᾶσαν φοβίαν πονηράν, τρόμον καὶ ψυχικὸν συντριμμὸν αὐτῷ ἐμποιούσαν. Σόφισον αὐτὸ εἰς τὸ ἐπιγνῶναι τὰς παγίδας τοῦ ἐχθροῦ. Παύσον τὴν φενάκην τῶν ἀνυποστάτων ὀνείρων καί λῦσον τὸν ὄχλον τῶν οχληρῶν τοῦ νοὸς αὐτοῦ λογισμῶν.

Διανάστησον αὐτὸ ἐν τῇ πρωίᾳ ὑγιές, εἰρηνικὸν καὶ πάσης νυκτερινῆς στενώσεως ἄζυγον. Ἐτοίμασον αὐτὸ πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου, τῆς κατ’ ἄμφω σοφίας ποίησον δόκιμον θηρευτὴν καὶ πάσης τοῦ δεινοῦ βελίαρ παγίδος ἐλεύθερον. Ναί, Κύριε Ἰησοῦ, ἀεὶ σκέπε τὸν δούλον σου τούτον έν τῇ σκέπῃ τῶν πτερύγων σου καὶ τῇ πρεσβείᾳ τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἀχράντου καὶ Παναμώμου Μητρός Σου καὶ πάντων τῶν

Ἁγίων σου δῶρησαι αὐτῷ πᾶν σωτήριον ἀγαθόν.

  Ο άνθρωπος που κατέβασε το Άγιον Όρος στην Αφρική: Η ιστορία του π. Κοσμά Γρηγοριάτη

Σὺ γὰρ εἶ, Κύριε, ὁ σκεπαστὴς τῶν μειρακίσκων, τῶν παιδίων ἡ βακτηρία καὶ τῶν βρεφῶν ἡ τροφὴ καὶ ἡ μέριμνα, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ζωοποιοιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Τρείς Περιστατικές Ευχές για την Φοβία

 

ΕΥΧΗ ΕΤΕΡΑ
ΕΙΣ ΠΑΣΑΝ ΕΠΗΡΕΙΑΝ ΔΑΙΜΟΝΙΚΗΝ ΤΕ ΚΑΙ ΜΑΓΓΑΝΕΙΑΝ ΚΑΙ ΕΙΣ ΑΠΕΙΛΗΝ ΜΑΓΕΙΩΝ ΚΑΙ ΣΚΟΤΕΙΝΩΝ ΕΠΙΝΟΗΣΕΩΝ ΤΩΝ ΚΑΚΩΝ ΦΘΟΡΟΠΟΙΩΝ ΑΝΘΡΩΠΩΝ

 

Τοῦ Κυρίου δεηθώμεν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐλθὼν ἐπὶ γῆς, ἵνα λύσης τὰ ἔργα τοῦ σκότους καὶ θεραπεύσης τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζόμενους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, ὁ δοὺς τοῖς Ἀποστόλοις Σου τὴν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὁ καταβαλὼν τοὺς πονηροὺς δαίμονας λόγῳ, ὁ ἰατρὸς τῶν ἐνεργουμένων ἐν τοῖς Γαδαρηνοῖς,

ὁ ἰάσας τὸν κωφὸν δαιμονιζόμενον, ὁ φανερώσας τὴν κακουργίαν τῶν ἀντικειμένων τῇ σωτηρίᾳ ἡμῶν νοητῶν αἰθιόπων, ὁ τὴν θυγατέρα τῆς Χαναναίας ἐλεήσας, ὁ τὸν σεληνιαζόμενον νέον τοῦ ὀλιγόπιστου πατρὸς ἐλευθερώσας, ὁ τῷ Σταυρῷ Σου καὶ τῇ Σῇ Ἀναστάσει συντρίψας τὸ κράτος τοῦ ἐχθροῦ, ὁ εἰπῶν τοῖς μαθηταῖς Σου ἐν τῷ ἀναληφθήναι Σε ἐν τῷ οὐρανῷ, ὄτι ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβάλλετε, ὁ δοὺς ἡμῖν φάρμακον ἀλεξίκακον τὸν πανάγιον

Σῶμα καὶ ζωοποιὸν Αἶμά Σου, Δέσποτα τῶν ἀπάντων καὶ Κύριε οὐρανοῦ τε καὶ γῆς καὶ τῶν καταχθονίων, μὴ παρίδης τὴν δέησιν ἡμῶν τῶν ἀμαρτωλῶν δούλων Σου, ἀλλ’ ἐπάκουσον ἡμῶν δεομένων Σου ἐν συντριβῇ καρδίας καὶ ταπεινώσει πνεύματος δεόμενων Σου καὶ ἀπάλλαξον τὸν δοῦλόν σου (δείνα) ἐκ τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ ἐνεργείας. Λῦσον τὰς μαγγανείας καὶ μαγικὰς ἐπινοήσεις τῶν φθοροποιῶν ἀνθρῶπων τῇ συνεργείᾳ τοῦ διαβόλου κατὰ τοῦ ἐνεργουμένου δούλου σου.

  Κυριακή της Ορθοδοξίας- 25 Φεβρουαρίου 2018: Τι γιορτάζουμε

ΙΙαῦσον τὴν ζάλην καὶ τὴν σύγχυσιν τοῦ νοὸς αὐτοῦ. Ἀπέλασον τοὺς ἀπέλπιδας λογισμούς, τὰς ἀσθενείας καὶ τὴν ἐκ τοῦ βελίαρ φοβίαν τοῦ δούλου σου (τοῦδε) καὶ πάσαν ἄλλην ἀπειλὴν καὶ κακουργίαν τῶν στυγερῶν καὶ καταχθονίων πνευμάτων κατ’αὐτοῦ διασκέδασον.

Δὸς αὐτῷ εἰρήνην τῶν λογισμῶν, σώματος εὐεξίαν, ὐγιείαν κατ’ ἄμφω, φόβον Θεοῦ, ἀγάπην πρὸς Σέ, θέλημα καὶ πράξεις ἀγαθάς, ζωήν εὐσεβῆ.

Σὺ γὰρ εἶ, Κύριε, ὁ εὔσπλαγχνος τῶν χειμαζομένων πατήρ, ὁ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοὐτέστιν τὸν διάβολον, ὁ συναγωνιζόμενος ἡμῖν ἐν τοῖς ἀγαθοῖς, ὁ φίλος, ἀδελφὸς καὶ σωτὴρ τῶν ἀνθρῶπων καὶ Σοὶ τὴν δόξαν καὶ τιμὴν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

 

Πηγή

Αφήστε μια απάντηση